Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/548

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
448
DIODORI SICULI

κησε τῆς Ἀρκαδίας ἐν Φενεῷ. ἐντεῦθεν δὲ ὁρμώμενος, καὶ πυθόμενος ἐξ Ἤλιδος πομπὴν ἀποστέλλεσθαι Ποσειδῶνι εἰς Ἰσθμόν, καὶ ταύτης ἀφηγεῖσθαι Εὔρυτον τὸν Αὐγέου, προσπεσὼν ἄφνω τὸν Εὔρυτον ἀπέκτεινε περὶ Κλεωνάς, ἔνθα νῦν ἐστιν ἱερὸν Ἡρακλέους. μετὰ δὲ ταῦτα στρατεύσας ἐπὶ τὴν Ἦλιν τόν τε βασιλέα ἐφόνευσεν Αὐγέαν, καὶ τὴν πόλιν ἑλὼν κατὰ κράτος Φυλέα τὸν Αὐγέου μετεπέμψατο, καὶ τούτῳ τὴν βασιλείαν παρέδωκεν· ἦν γὰρ ὑπὸ τοῦ πατρὸς πεφυγαδευμένος καθ’ ὃν καιρὸν δικαστὴς γενόμενος τῷ πατρὶ πρὸς Ἡρακλέα περὶ τοῦ μισθοῦ τὸ νίκημα ἀπέδωκεν Ἡρακλεῖ. μετὰ δὲ ταῦτα Ἱπποκόων μὲν ἐφυγάδευσεν ἐκ τῆς Σπάρτης τὸν ἀδελφὸν Τυνδάρεων, Οἰωνὸν δὲ τὸν Λικυμνίου φίλον ὄντα Ἡρακλέους οἱ υἱοὶ τοῦ Ἱπποκόωντος εἴκοσι τὸν ἀριθμὸν ὄντες ἀπέκτειναν· ἐφ’ οἷς ἀγανακτήσας Ἡρακλῆς ἐστράτευσεν ἐπ’ αὐτούς· μεγάλῃ δὲ μάχῃ νικήσας παμπληθεῖς ἀπέκτεινε. τὴν δὲ Σπάρτην ἑλὼν κατὰ κράτος, κατήγαγεν ἐπὶ τὴν βασιλείαν Τυνδάρεων τὸν πατέρα τῶν Διοσκόρων, καὶ τὴν βασιλείαν ὡς δορίκτητον Τυνδάρεῳ παρέθετο, προστάξας τοῖς ἀφ’ ἑαυτοῦ γενομένοις φυλάττειν. ἔπεσον δ’ ἐν τῇ μάχῃ τῶν μὲν μεθ’ Ἡρακλέους ὀλίγοι παντελῶς, ἐν οἷς ἦσαν ἐπιφανεῖς ἄνδρες Ἴφικλος καὶ Κηφεὺς καὶ Κηφέως υἱοὶ τὸν ἀριθμὸν ὄντες ἑπτακαίδεκα· τρεῖς γὰρ ἀπὸ τῶν εἴκοσι μόνον διεσώθησαν· τῶν δ’ ἐναντίων αὐτός