ἀχθεισῶν πρὸς αὐτὸν τῶν ἵππων ταύτας μὲν ἱερὰς ἐποίησεν Ἥρας, ὧν τὴν ἐπιγονὴν συνέβη διαμεῖναι μέχρι τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος βασιλείας.
Τοῦτον δὲ τὸν ἆθλον ἐπιτελέσας μετ’ Ἰάσονος συνεξέπλευσε συστρατεύσων ἐπὶ τὸ χρυσόμαλλον δέρος εἰς Κόλχους. ἀλλὰ περὶ μὲν τούτων ἐν τῇ τῶν Ἀργοναυτῶν στρατείᾳ τὰ κατὰ μέρος διέξιμεν. 16 Ἡρακλῆς δὲ λαβὼν πρόσταγμα τὸν Ἱππολύτης τῆς Ἀμαζόνος ἐνεγκεῖν ζωστῆρα, τὴν ἐπὶ τὰς Ἀμαζόνας στρατείαν ἐποιήσατο. πλεύσας οὖν εἰς τὸν Εὔξεινον ἀπ’ ἐκείνου κληθέντα Πόντον, καὶ καταπλεύσας ἐπὶ τὰς ἐκβολὰς τοῦ Θερμώδοντος ποταμοῦ, πλησίον Θεμισκύρας πόλεως κατεστρατοπέδευσεν, ἐν ᾗ τὰ βασίλεια τῶν Ἀμαζόνων ὑπῆρχε. καὶ τὸ μὲν πρῶτον ᾔτει παρ’ αὐτῶν τὸν προστεταγμένον ζωστῆρα· ὡς δ’ οὐχ ὑπήκουον, συνῆψε μάχην αὐταῖς. τὸ μὲν οὖν ἄλλο πλῆθος αὐτῶν ἀντετάχθη τοῖς πολλοῖς, αἱ δὲ τιμιώταται κατ’ αὐτὸν ταχθεῖσαι τὸν Ἡρακλέα μάχην καρτερὰν συνεστήσαντο. πρώτη μὲν γὰρ αὐτῷ συνάψασα μάχην Ἄελλα, [καὶ] διὰ τὸ τάχος ταύτης τετευχυῖα τῆς προσηγορίας, ὀξύτερον εὗρεν αὑτῆς τὸν ἀντιταχθέντα. δευτέρα δὲ Φιλιππὶς εὐθὺς ἐκ τῆς πρώτης συστάσεως καιρίῳ πληγῇ περιπεσοῦσα διεφθάρη. μετὰ δὲ ταῦτα Προθόῃ συνῆψε μάχην, ἣν ἐκ προκλήσεως ἔφασαν ἑπτάκις νενικηκέναι τὸν ἀντιταξάμενον. πεσούσης δὲ καὶ ταύτης, τετάρτην ἐχειρώσατο τὴν ὀνομαζομένην Ἐρίβοιαν. αὕτη δὲ