Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/519

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
419
IV 14. 15.

των ἑλομένων τὸν πρὸς τοὺς ἀθανάτους πόλεμον, Ἡρακλῆς τοῖς θεοῖς συναγωνισάμενος καὶ πολλοὺς ἀνελὼν τῶν γηγενῶν ἀποδοχῆς ἔτυχε τῆς μεγίστης. Ζεὺς γὰρ τοὺς μὲν συναγωνισαμένους τῶν θεῶν μόνους ὠνόμασεν Ὀλυμπίους, ἵνα τῇ ταύτης τιμῇ ὁ ἀγαθὸς κοσμηθεὶς ἐπωνυμίᾳ διαφέρῃ τοῦ χείρονος· ἠξίωσε δὲ ταύτης τῆς προσηγορίας τῶν ἐκ θνητῶν γυναικῶν γενομένων Διόνυσον καὶ Ἡρακλέα, οὐ μόνον ὅτι πατρὸς ἦσαν Διός, ἀλλὰ διότι καὶ τὴν προαίρεσιν ὁμοίαν ἔσχον, εὐεργετήσαντες μεγάλα τὸν βίον τῶν ἀνθρώπων.

Ζεὺς δέ, Προμηθέως παραδόντος τὸ πῦρ τοῖς ἀνθρώποις, δεσμοῖς κατελάβετο καὶ παρέστησεν ἀετὸν τὸν ἐσθίοντα τὸ ἧπαρ αὐτοῦ. Ἡρακλῆς δ’ ὁρῶν τῆς τιμωρίας αὐτὸν τυγχάνοντα διὰ τὴν τῶν ἀνθρώπων εὐεργεσίαν, τὸν μὲν ἀετὸν κατετόξευσε, τὸν δὲ Δία πείσας λῆξαι τῆς ὀργῆς ἔσωσε τὸν κοινὸν εὐεργέτην.

Μετὰ δὲ ταῦτα ἔλαβεν ἆθλον ἀγαγεῖν τὰς Διομήδους τοῦ Θρᾳκὸς ἵππους. αὗται δὲ χαλκᾶς μὲν φάτνας εἶχον διὰ τὴν ἀγριότητα, ἁλύσεσι δὲ σιδηραῖς διὰ τὴν ἰσχὺν ἐδεσμεύοντο, τροφὴν δ’ ἐλάμβανον οὐ τὴν ἐκ γῆς φυομένην, ἀλλὰ τὰ τῶν ξένων μέλη διαιρούμεναι τροφὴν εἶχον τὴν συμφορὰν τῶν ἀκληρούντων. ταύτας ὁ Ἡρακλῆς βουλόμενος χειρώσασθαι τὸν κύριον Διομήδην παρέβαλε, καὶ ταῖς τοῦ παρανομεῖν διδάξαντος σαρξὶν ἐκπληρώσας τὴν ἔνδειαν τῶν ζῴων εὐπειθεῖς ἔσχεν. Εὐρυσθεὺς δ’