Μετάβαση στο περιεχόμενο

Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/516

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
416
DIODORI SICULI

φθειρε. καὶ περὶ μὲν τῶν Κενταύρων ἱκανῶς ἡμῖν εἰρήσθω.

13  Μετὰ δὲ ταῦτ’ ἔλαβε πρόσταγμα τὴν χρυσόκερων μὲν οὖσαν ἔλαφον, τάχει δὲ διαφέρουσαν, ἀγαγεῖν. τοῦτον δὲ τὸν ἆθλον συντελῶν τὴν ἐπίνοιαν ἔσχεν οὐκ ἀχρηστοτέραν τῆς κατὰ τὸ σῶμα ῥώμης. οἱ μὲν γάρ φασιν αὐτὴν ἄρκυσιν ἑλεῖν, οἱ δὲ διὰ τῆς στιβείας χειρώσασθαι καθεύδουσαν, τινὲς δὲ συνεχεῖ διωγμῷ καταπονῆσαι· πλὴν ἄνευ βίας καὶ κινδύνων διὰ τῆς κατὰ τὴν ψυχὴν ἀγχινοίας τὸν ἆθλον τοῦτον κατειργάσατο.

Ὁ δ’ Ἡρακλῆς πρόσταγμα λαβὼν τὰς ἐκ τῆς Στυμφαλίδος λίμνης ὄρνιθας ἐξελάσαι, τέχνῃ καὶ ἐπινοίᾳ ῥᾳδίως συνετέλεσε τὸν ἆθλον. ἐπεπόλασε γάρ, ὡς ἔοικεν, ὀρνίθων πλῆθος ἀμύθητον, καὶ τοὺς ἐν τῇ πλησίον χώρᾳ καρποὺς ἐλυμαίνετο. βίᾳ μὲν οὖν ἀδύνατον ἦν χειρώσασθαι τὰ ζῷα διὰ τὴν ὑπερβολὴν τοῦ πλήθους, φιλοτέχνου δ’ ἐπινοίας ἡ πρᾶξις προσεδεῖτο. διόπερ κατασκευάσας χαλκῆν πλαταγήν, καὶ διὰ ταύτης ἐξαίσιον κατασκευάζων ψόφον, ἐξεφόβει τὰ ζῷα, καὶ πέρας τῇ συνεχείᾳ τοῦ κρότου ῥᾳδίως ἐκπολιορκήσας καθαρὰν ἐποίησε τὴν λίμνην.

Τελέσας δὲ καὶ τοῦτον τὸν ἆθλον ἔλαβε παρ’ Εὐρυσθέως πρόσταγμα τὴν αὐλὴν τὴν Αὐγέου καθᾶραι μηδενὸς βοηθοῦντος· αὕτη δ’ ἐκ πολλῶν χρόνων ἠθροισμένην κόπρον εἶχεν ἄπλατον, ἣν