Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/515

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
415
IV 12

ὄμβρον ἐκχέουσα, δι’ οὗ τοὺς μὲν τετρασκελεῖς οὐκ ἔβλαπτε, τῷ δὲ δυσὶν ἠρεισμένῳ σκέλεσι τὴν βάσιν ὀλισθηρὰν κατεσκεύαζεν. ἀλλ’ ὅμως τοὺς τοιούτοις προτερήμασι πλεονεκτοῦντας Ἡρακλῆς παραδόξως κατηγωνίσατο, καὶ τοὺς μὲν πλείστους ἀπέκτεινε, τοὺς δ’ ὑπολειφθέντας φυγεῖν ἠνάγκασε. τῶν δ’ ἀναιρεθέντων Κενταύρων ὑπῆρχον ἐπιφανέστατοι Δάφνις καὶ Ἀργεῖος καὶ Ἀμφίων, ἔτι δὲ Ἱπποτίων καὶ Ὄρειος καὶ Ἰσοπλὴς καὶ Μελαγχαίτης, πρὸς δὲ τούτοις Θηρεὺς καὶ Δούπων καὶ Φρίξος. τῶν δὲ διαφυγόντων τὸν κίνδυνον ὕστερον ἕκαστος τιμωρίας ἠξιώθη· Ὅμαδος μὲν γὰρ ἐν Ἀρκαδίᾳ τὴν Εὐρυσθέως ἀδελφὴν Ἀλκυόνην βιαζόμενος ἀνῃρέθη. ἐφ’ ᾧ συνέβη θαυμασθῆναι τὸν Ἡρακλέα διαφερόντως· τὸν μὲν γὰρ ἐχθρὸν κατ’ ἰδίαν ἐμίσησε, τὴν δ’ ὑβριζομένην ἐλεῶν ἐπιεικείᾳ διαφέρειν ὑπελάμβανεν. ἴδιον δέ τι συνέβη καὶ περὶ τὸν Ἡρακλέους φίλον τὸν ὀνομαζόμενον Φόλον. οὗτος γὰρ διὰ τὴν συγγένειαν θάπτων τοὺς πεπτωκότας Κενταύρους, καὶ βέλος ἔκ τινος ἐξαιρῶν, ὑπὸ τῆς ἀκίδος ἐπλήγη, καὶ τὸ τραῦμα ἔχων ἀνίατον ἐτελεύτησεν. ὃν Ἡρακλῆς μεγαλοπρεπῶς θάψας ὑπὸ τὸ ὄρος ἔθηκεν, ὃ στήλης ἐνδόξου γέγονε κρεῖττον· Φολόη γὰρ ὀνομαζόμενον διὰ τῆς ἐπωνυμίας μηνύει τὸν ταφέντα καὶ οὐ δι’ ἐπιγραφῆς. ὁμοίως δὲ καὶ Χείρωνα τὸν ἐπὶ τῇ ἰατρικῇ θαυμαζόμενον ἀκουσίως τόξου βολῇ διέ-