Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/513

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
413
IV 11. 12.

ναίαν ὕδραν, ἧς ἐξ ἑνὸς σώματος ἑκατὸν αὐχένες ἔχοντες κεφαλὰς ὄφεων διετετύπωντο. τούτων δ’ εἰ μία διαφθαρείη, διπλασίας ὁ τμηθεὶς ἀνίει τόπος· δι’ ἣν αἰτίαν ἀήττητος ὑπάρχειν διείληπτο, καὶ κατὰ λόγον· τὸ γὰρ χειρωθὲν αὐτῆς μέρος διπλάσιον ἀπεδίδου βοήθημα. πρὸς δὲ τὴν δυστραπέλειαν ταύτην ἐπινοήσας τι φιλοτέχνημα προσέταξεν Ἰολάῳ λαμπάδι καομένῃ τὸ ἀποτμηθὲν μέρος ἐπικάειν, ἵνα τὴν ῥύσιν ἐπίσχῃ τοῦ αἵματος. οὕτως οὖν χειρωσάμενος τὸ ζῷον εἰς τὴν χολὴν ἀπέβαπτε τὰς ἀκίδας, ἵνα τὸ βληθὲν βέλος ἔχῃ τὴν ἐκ τῆς ἀκίδος πληγὴν ἀνίατον.

12  Τρίτον δὲ πρόσταγμα ἔλαβεν ἐνεγκεῖν τὸν Ἐρυμάνθιον κάπρον ζῶντα, ὃς διέτριβεν ἐν τῇ Λαμπείᾳ τῆς Ἀρκαδίας. ἐδόκει δὲ τὸ πρόσταγμα τοῦτο πολλὴν ἔχειν δυσχέρειαν· ἔδει γὰρ τὸν ἀγωνιζόμενον τοιούτῳ θηρίῳ τοσαύτην ἔχειν περιουσίαν ὥστε ἐπ’ αὐτῆς τῆς μάχης ἀκριβῶς στοχάσασθαι τοῦ καιροῦ. ἔτι μὲν γὰρ ἰσχύοντα ἀφεὶς αὐτὸν ἀπὸ τῶν ὀδόντων ἂν ἐκινδύνευσε, πλέον δὲ τοῦ δέοντος καταπολεμήσας ἀπέκτεινεν, ὥστε τὸν ἆθλον ὑπάρχειν ἀσυντέλεστον. ὅμως δὲ κατὰ τὴν μάχην ταμιευσάμενος ἀκριβῶς τὴν συμμετρίαν ἀπήνεγκε τὸν κάπρον ζῶντα πρὸς Εὐρυσθέα· ὃν ἰδὼν ὁ βασιλεὺς ἐπὶ τῶν ὤμων