Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/512

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
412
DIODORI SICULI

ἐκείνου δὲ φυγόντος καὶ τῶν παίδων τῶν ἐκ Μεγάρας πλησίον διατριβόντων, τούτους ὡς πολεμίους κατετόξευσε. μόγις δὲ τῆς μανίας ἀπολυθείς, καὶ ἐπιγνοὺς τὴν ἰδίαν ἄγνοιαν, περιαλγὴς ἦν ἐπὶ τῷ μεγέθει τῆς συμφορᾶς. πάντων δ’ αὐτῷ συλλυπουμένων καὶ συμπενθούντων, ἐπὶ πολὺν χρόνον κατὰ τὴν οἰκίαν ἡσύχαζεν, ἐκκλίνων τὰς τῶν ἀνθρώπων ὁμιλίας τε καὶ ἀπαντήσεις· τέλος δὲ τοῦ χρόνου τὸ πάθος πραΰναντος κρίνας ὑπομένειν τοὺς κινδύνους παρεγένετο πρὸς Εὐρυσθέα. καὶ πρῶτον μὲν ἔλαβεν ἆθλον ἀποκτεῖναι τὸν ἐν Νεμέᾳ λέοντα. οὗτος δὲ μεγέθει μὲν ὑπερφυὴς ἦν, ἄτρωτος δὲ ὢν σιδήρῳ καὶ χαλκῷ καὶ λίθῳ τῆς κατὰ χεῖρα βιαζομένης προσεδεῖτο ἀνάγκης. διέτριβε δὲ μάλιστα μεταξὺ Μυκηνῶν καὶ Νεμέας περὶ ὄρος τὸ καλούμενον ἀπὸ τοῦ συμβεβηκότος Τρητόν· εἶχε γὰρ περὶ τὴν ῥίζαν διώρυχα διηνεκῆ, καθ’ ἣν εἰώθει φωλεύειν τὸ θηρίον. ὁ δ’ Ἡρακλῆς καταντήσας ἐπὶ τὸν τόπον προσέβαλεν αὐτῷ, καὶ τοῦ θηρίου συμφυγόντος εἰς τὴν διώρυχα συνακολουθῶν αὐτῷ καὶ τὸ ἕτερον τῶν στομίων ἐμφράξας συνεπλάκη, καὶ τὸν αὐχένα σφίγξας τοῖς βραχίοσιν ἀπέπνιξε. τὴν δὲ δορὰν αὐτοῦ περιθέμενος, καὶ διὰ τὸ μέγεθος ἅπαν τὸ ἴδιον σῶμα περιλαβών, εἶχε σκεπαστήριον τῶν μετὰ ταῦτα κινδύνων.

Δεύτερον δ’ ἔλαβεν ἆθλον ἀποκτεῖναι τὴν Λερ-