Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/473

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
373
IIΙ 64. 65.

δὲ ταῖς τῶν γυναικῶν χερσὶ ζῶντας διαμελίζοντα· ἐνίοτε δὲ καὶ διὰ τῆς στρατηγικῆς ἐπινοίας παραδόξως ἀναιρεῖν τοὺς ἐναντιοπραγοῦντας. ἀναδιδόναι γὰρ ταῖς βάκχαις ἀντὶ τῶν θύρσων λόγχας τῷ κιττῷ κεκαλυμμένας τὴν ἀκμὴν τοῦ σιδήρου· διὸ καὶ τῶν βασιλέων διὰ τὴν ἄγνοιαν καταφρονούντων ὡς ἂν γυναικῶν, καὶ διὰ τοῦτ’ ἀπαρασκεύων ὄντων, ἀνελπίστως ἐπιτιθέμενον κατακοντίζειν. τῶν δὲ κολασθέντων ὑπ’ αὐτοῦ φασιν ἐπιφανεστάτους εἶναι Πενθέα μὲν παρὰ τοῖς Ἕλλησι, Μύρρανον δὲ τὸν βασιλέα παρ’ Ἰνδοῖς, Λυκοῦργον δὲ παρὰ τοῖς Θρᾳξί. μυθολογοῦσι γὰρ τὸν Διόνυσον ἐκ τῆς Ἀσίας μέλλοντα τὴν δύναμιν διαβιβάζειν εἰς τὴν Εὐρώπην, συνθέσθαι φιλίαν πρὸς Λυκοῦργον τὸν Θρᾴκης βασιλέα τῆς ἐφ’ Ἑλλησπόντῳ· διαβιβάσαντος δὲ αὐτοῦ πρώτας τὰς βάκχας ὡς εἰς φιλίαν χώραν, τὸν μὲν Λυκοῦργον παραγγεῖλαι τοῖς στρατιώταις νυκτὸς ἐπιθέσθαι καὶ τόν τε Διόνυσον καὶ τὰς μαινάδας πάσας ἀνελεῖν, τὸν δὲ Διόνυσον παρά τινος τῶν ἐγχωρίων, ὃς ἐκαλεῖτο Χάροψ, μαθόντα τὴν ἐπιβουλὴν καταπλαγῆναι διὰ τὸ τὴν δύναμιν ἐν τῷ πέραν εἶναι, παντελῶς δ’ ὀλίγους αὐτῷ τῶν φίλων συνδιαβεβηκέναι. διόπερ λάθρᾳ τούτου διαπλεύσαντος πρὸς τὸ σφέτερον στρατόπεδον, τὸν μὲν Λυκοῦργόν φασιν ἐπιθέμενον ταῖς μαινάσιν ἐν τῷ καλουμένῳ Νυσίῳ πάσας ἀποκτεῖναι, τὸν δὲ Διόνυσον περαιώσαντα τὰς δυνάμεις μάχῃ κρατῆσαι τῶν Θρᾳκῶν, καὶ τὸν Λυκοῦργον ζωγρήσαντα τυφλῶσαί