Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/472

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
372
DIODORI SICULI

τελείαν αὔξησιν ποιήσαντος ἀπενεγκεῖν τὸ βρέφος εἰς Νῦσαν τῆς Ἀραβίας. ἐνταῦθα δ’ ὑπὸ νυμφῶν τραφέντα τὸν παῖδα προσαγορευθῆναι μὲν ἀπὸ τοῦ πατρὸς καὶ τοῦ τόπου Διόνυσον, γενόμενον δὲ τῷ κάλλει διάφορον τὸ μὲν πρῶτον ἐν χορείαις καὶ γυναικῶν θιάσοις καὶ παντοδαπῇ τρυφῇ καὶ παιδιᾷ διατελεῖν· μετὰ δὲ ταῦτα στρατόπεδον ἐκ τῶν γυναικῶν συναγαγόντα καὶ θύρσοις καθοπλίσαντα στρατείαν ἐπὶ πᾶσαν ποιήσασθαι τὴν οἰκουμένην. καταδεῖξαι δὲ καὶ τὰ περὶ τὰς τελετὰς καὶ μεταδοῦναι τῶν μυστηρίων τοῖς εὐσεβέσι τῶν ἀνθρώπων καὶ δίκαιον βίον ἀσκοῦσι, πρὸς δὲ τούτοις πανταχοῦ πανηγύρεις ἄγειν καὶ μουσικοὺς ἀγῶνας συντελεῖν, καὶ τὸ σύνολον συλλύοντα τὰ νείκη τῶν ἐθνῶν καὶ πόλεων ἀντὶ τῶν στάσεων καὶ τῶν πολέμων ὁμόνοιαν καὶ πολλὴν εἰρήνην κατασκευάζειν. 65  διαβοηθείσης δὲ κατὰ πάντα τόπον τῆς τοῦ θεοῦ παρουσίας, καὶ διότι πᾶσιν ἐπιεικῶς προσφερόμενος πολλὰ συμβάλλεται πρὸς τὴν ἐξημέρωσιν τοῦ κοινοῦ βίου, πανδημεὶ συναντᾶν αὐτῷ καὶ προσδέχεσθαι μετὰ πολλῆς χαρᾶς. ὀλίγων δ’ ὄντων τῶν δι’ ὑπερηφανίαν καὶ ἀσέβειαν καταφρονούντων καὶ φασκόντων τὰς μὲν βάκχας δι’ ἀκρασίαν αὐτὸν περιάγεσθαι, τὰς δὲ τελετὰς καὶ τὰ μυστήρια φθορᾶς ἕνεκα τῶν ἀλλοτρίων γυναικῶν καταδεικνύειν, κολάζεσθαι τοὺς τοιούτους ὑπ’ αὐτοῦ παραχρῆμα. ἐνίοτε γὰρ τῇ τῆς θείας φύσεως ὑπεροχῇ χρώμενον τιμωρεῖσθαι τοὺς ἀσεβεῖς, ποτὲ μὲν αὐτοῖς ἐμβάλλοντα μανίαν, ποτὲ