Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/455

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
355
IIΙ 55. 56.

συνεκπεσούσης αὐτῷ· συστρατεῦσαι δὲ καὶ Σίπυλον τῷ Μόψῳ τὸν Σκύθην, πεφυγαδευμένον ὁμοίως ἐκ τῆς ὁμόρου τῇ Θρᾴκῃ Σκυθίας. γενομένης δὲ παρατάξεως, καὶ τῶν περὶ τὸν Σίπυλον καὶ Μόψον προτερησάντων, τήν τε βασίλισσαν τῶν Ἀμαζόνων Μύριναν ἀναιρεθῆναι καὶ τῶν ἄλλων τὰς πλείους. τοῦ δὲ χρόνου προβαίνοντος, καὶ κατὰ τὰς μάχας ἀεὶ τῶν Θρᾳκῶν ἐπικρατούντων, τὸ τελευταῖον τὰς περιλειφθείσας τῶν Ἀμαζόνων ἀνακάμψαι πάλιν εἰς Λιβύην. καὶ τὴν μὲν στρατείαν τῶν ἀπὸ Λιβύης Ἀμαζόνων μυθολογοῦσι τοιοῦτο λαβεῖν τὸ πέρας.

56  Ἡμεῖς δ’ ἐπειδὴ περὶ τῶν Ἀτλαντίων ἐμνήσθημεν, οὐκ ἀνοίκειον ἡγούμεθα διελθεῖν τὰ μυθολογούμενα παρ’ αὐτοῖς περὶ τῆς τῶν θεῶν γενέσεως, διὰ τὸ μὴ πολὺ διαλλάττειν αὐτὰ τῶν μυθολογουμένων παρ’ Ἕλλησιν. οἱ τοίνυν Ἀτλάντιοι τοὺς παρὰ τὸν ὠκεανὸν τόπους κατοικοῦντες καὶ χώραν εὐδαίμονα νεμόμενοι πολλῷ μὲν εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ τῇ πρὸς τοὺς ξένους δοκοῦσι διαφέρειν τῶν πλησιοχώρων, τὴν δὲ γένεσιν τῶν θεῶν παρ’ αὑτοῖς γενέσθαι φασί. συμφωνεῖν δὲ τοῖς λεγομένοις ὑπ’ αὐτῶν καὶ τὸν ἐπιφανέστατον τῶν παρ’ Ἕλλησι ποιητῶν ἐν οἷς παρεισάγει τὴν Ἥραν λέγουσαν

εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,
Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν.

μυθολογοῦσι δὲ πρῶτον παρ’ αὑτοῖς Οὐρανὸν βα-