Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/454

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
354
DIODORI SICULI

ταύτας μὲν οὖν οἰκίσαι παρὰ θάλατταν, ἄλλας δὲ πλείους ἐν τοῖς πρὸς μεσόγειον ἀνήκουσι τόποις. κατασχεῖν δ’ αὐτὴν καὶ τῶν νήσων τινάς, καὶ μάλιστα τὴν Λέσβον, ἐν ᾗ κτίσαι πόλιν Μυτιλήνην ὁμώνυμον τῇ μετεχούσῃ τῆς στρατείας ἀδελφῇ. ἔπειτα καὶ τῶν ἄλλων νήσων τινὰς καταστρεφομένην χειμασθῆναι, καὶ ποιησαμένην τῇ μητρὶ τῶν θεῶν εὐχὰς ὑπὲρ τῆς σωτηρίας προσενεχθῆναι νήσῳ τινὶ τῶν ἐρήμων· ταύτην δὲ κατά τινα ἐν τοῖς ὀνείροις φαντασίαν καθιερῶσαι τῇ προειρημένῃ θεῷ καὶ βωμοὺς ἱδρύσασθαι καὶ θυσίας μεγαλοπρεπεῖς ἐπιτελέσαι· ὀνομάσαι δ’ αὐτὴν Σαμοθρᾴκην, ὅπερ εἶναι μεθερμηνευόμενον εἰς τὴν Ἑλληνικὴν διάλεκτον ἱερὰν νῆσον· ἔνιοι δὲ τῶν ἱστορικῶν λέγουσι τὸ πρὸ τοῦ Σάμον αὐτὴν καλουμένην ὑπὸ τῶν κατοικούντων ἐν αὐτῇ ποτε Θρᾳκῶν Σαμοθρᾴκην ὀνομασθῆναι. οὐ μὴν ἀλλὰ τῶν Ἀμαζόνων ἐπανελθουσῶν εἰς τὴν ἤπειρον μυθολογοῦσι τὴν μητέρα τῶν θεῶν εὐαρεστηθεῖσαν τῇ νήσῳ ἄλλους τέ τινας ἐν αὐτῇ κατοικίσαι καὶ τοὺς ἑαυτῆς υἱοὺς τοὺς ὀνομαζομένους Κορύβαντας· ἐξ οὗ δ’ εἰσὶ πατρὸς ἐν ἀπορρήτῳ κατὰ τὴν τελετὴν παραδίδοσθαι· καταδεῖξαι δὲ καὶ τὰ νῦν ἐν αὐτῇ συντελούμενα μυστήρια καὶ τὸ τέμενος ἄσυλον νομοθετῆσαι. περὶ δὲ τούτους τοὺς χρόνους Μόψον τὸν Θρᾷκα, φυγάδα γενόμενον ὑπὸ Λυκούργου τοῦ βασιλέως τῶν Θρᾳκῶν, ἐμβαλεῖν εἰς τὴν χώραν τῶν Ἀμαζόνων μετὰ στρατιᾶς τῆς