Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/400

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
300
DIODORI SICULI

πονηθέντες, ὅταν τῶν ὀμμάτων ἀπογλαυκωθέντων τὸ σῶμα στερηθῇ τῆς ἀναγκαίας ἐκ ταύτης τῆς αἰσθήσεως χρείας.

25  Τὴν δὲ ἑξῆς χώραν τῶν Αἰθιόπων ἐπέχουσιν οἱ καλούμενοι Κυνηγοί, σύμμετροι μὲν κατὰ τὸ πλῆθος, βίον δ’ οἰκεῖον ἔχοντες τῇ προσηγορίᾳ. θηριώδους γὰρ οὔσης τῆς χώρας καὶ παντελῶς λυπρᾶς, ἔτι δὲ ὑδάτων ῥύσεις ναματιαίων ἐχούσης ὀλίγας, καθεύδουσι μὲν ἐπὶ τῶν δένδρων διὰ τὸν ἀπὸ τῶν θηρίων φόβον, ὑπὸ δὲ τὴν ἑωθινὴν πρὸς τὰς συρρύσεις τῶν ὑδάτων μεθ’ ὅπλων φοιτῶντες ἑαυτοὺς ἀποκρύβουσιν εἰς τὴν ὕλην καὶ σκοπεύουσιν ἐπὶ τῶν δένδρων. κατὰ δὲ τὸν τοῦ καύματος καιρόν, ἐρχομένων βοῶν τε ἀγρίων καὶ παρδάλεων καὶ τῶν ἄλλων θηρίων πλήθους πρὸς τὸ ποτόν, ταῦτα μὲν διὰ τὴν ὑπερβολὴν τοῦ τε καύματος καὶ δίψους λάβρως προσφέρεται τὸ ὑγρόν, μέχρι ἂν ἐμπλησθῇ, οἱ δ’ Αἰθίοπες, γενομένων αὐτῶν βαρέων καὶ δυσκινήτων, καταπηδῶντες ἀπὸ τῶν δένδρων καὶ χρώμενοι ξύλοις πεπυρακτωμένοις καὶ λίθοις, ἔτι δὲ τοξεύμασι, ῥᾳδίως καταπονοῦσι. κατὰ δὲ συστήματα ταύταις χρώμενοι ταῖς κυνηγίαις σαρκοφαγοῦσι τὰ ληφθέντα, καὶ σπανίως μὲν ὑπὸ τῶν ἀλκιμωτάτων ζῴων αὐτοὶ διαφθείρονται, τὰ δὲ πολλὰ δόλῳ τὴν ἐκ βίας ὑπεροχὴν χειροῦνται. ἐὰν δέ ποτε τῶν κυνηγουμένων ζῴων σπανίζωσι, τὰς δορὰς τῶν πρότερον εἰλημμένων βρέξαντες ἐπιτιθέασιν ἐπὶ πῦρ ἁπαλόν· σποδίσαντες δὲ τὰς τρίχας τὰ δέρματα