Μετάβαση στο περιεχόμενο

Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/399

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
299
IIΙ 23. 24.

ὄντα πολὺν ἀθροίζοντες ἀπόνως διατρέφονται, κατὰ δὲ τὸν ἄλλον καιρὸν τῆς βοτάνης τῆς ἐν ταῖς σκιαζομέναις συναγκείαις φυομένης προσφέρονται τὴν προσηνεστάτην· στερεὰ γὰρ οὖσα τὴν φύσιν, καὶ καυλὸν ἔχουσα παραπλήσιον ταῖς λεγομέναις βουνιάσιν, ἐκπληροῖ τὴν τῆς ἀναγκαίας τροφῆς ἔνδειαν. οἱ δὲ Ὑλοφάγοι μετὰ τέκνων καὶ γυναικῶν ἐπὶ τὰς νομὰς ἐξιόντες ἀναβαίνουσιν ἐπὶ τὰ δένδρα καὶ τοὺς ἁπαλοὺς τῶν ἀκρεμόνων προσφέρονται. τοιαύτην δ’ ἐκ τῆς συνεχοῦς μελέτης τὴν ἐπ’ ἄκρους τοὺς κλάδους ἀναδρομὴν ποιοῦνται πάντες ὥστε ἄπιστον εἶναι τὸ γινόμενον· καὶ γὰρ μεταπηδῶσιν ἀφ’ ἑτέρου ἐφ’ ἕτερον δένδρον ὁμοίως τοῖς ὀρνέοις, καὶ τὰς ἀναβάσεις ἐπὶ τῶν λεπτοτάτων κλάδων ποιοῦνται χωρὶς κινδύνων. ἰσχνότητι γὰρ σώματος καὶ κουφότητι διαφέροντες, ἐπειδὰν τοῖς ποσὶ σφάλλωνται, ταῖς χερσὶν ἀντιλαμβάνονται· κἂν τύχωσι πεσόντες ἀφ’ ὕψους, οὐδὲν πάσχουσι διὰ τὴν κουφότητα· καὶ πάντα δὲ κλάδον ἔγχυλον τοῖς ὀδοῦσι κατεργαζόμενοι πέττουσιν εὐκόπως ταῖς κοιλίαις. οὗτοι δ’ ἀεὶ βιοῦσι γυμνοὶ μὲν ἐσθῆτος, κοιναῖς δὲ χρώμενοι γυναιξὶν ἀκολούθως καὶ τοὺς γεννηθέντας παῖδας κοινοὺς ἡγοῦνται. διαπολεμοῦσι δὲ πρὸς ἀλλήλους περὶ τῶν τόπων ῥάβδοις ὡπλισμένοι, καὶ ταύταις ἀμυνόμενοι τοὺς ἐναντίους διασπῶσι τοὺς χειρωθέντας. τελευτῶσι δ’ αὐτῶν οἱ πλεῖστοι λιμῷ κατα-