Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/315

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
215
ΙI 26. 27. 28.

ρὰν ἐν τοῖς βασιλείοις κατεσκεύασεν ὑπερμεγέθη, καὶ τόν τε χρυσὸν καὶ τὸν ἄργυρον ἅπαντα, πρὸς δὲ τούτοις τὴν βασιλικὴν ἐσθῆτα πᾶσαν ἐπὶ ταύτην ἐσώρευσε, τὰς δὲ παλλακίδας καὶ τοὺς εὐνούχους συγκλείσας εἰς τὸν ἐν μέσῃ τῇ πυρᾷ κατεσκευασμένον οἶκον ἅμα τούτοις ἅπασιν ἑαυτόν τε καὶ τὰ βασίλεια κατέκαυσεν. οἱ δ’ ἀποστάται πυθόμενοι τὴν ἀπώλειαν τὴν Σαρδαναπάλλου, τῆς μὲν πόλεως ἐκράτησαν εἰσπεσόντες κατὰ τὸ πεπτωκὸς μέρος τοῦ τείχους, τὸν δ’ Ἀρβάκην ἐνδύσαντες τὴν βασιλικὴν στολὴν προσηγόρευσαν βασιλέα, καὶ τὴν τῶν ὅλων ἐξουσίαν ἐπέτρεψαν.

28  Ἔνθα δὴ τοῦ βασιλέως τοῖς συναγωνισαμένοις στρατηγοῖς δωρεάς τε διαδόντος κατὰ τὴν ἀξίαν καὶ σατράπας ἐθνῶν καθιστάντος, προσελθὼν αὐτῷ Βέλεσυς ὁ Βαβυλώνιος, ὁ προειπὼν ὅτι βασιλεὺς ἔσται τῆς Ἀσίας, τῆς τε εὐεργεσίας ὑπέμνησε καὶ τὴν Βαβυλῶνος ἀρχὴν ἠξίου δοῦναι, καθάπερ ἐξ ἀρχῆς ὑπέσχετο. ἀπεφαίνετο δὲ καὶ κατὰ τοὺς κινδύνους ἑαυτὸν εὐχὴν πεποιῆσθαι τῷ Βήλῳ Σαρδαναπάλλου κρατηθέντος καὶ τῶν βασιλείων ἐμπυρισθέντων ἀποκομιεῖν τὴν σποδὸν τὴν ἐκ τούτων εἰς Βαβυλῶνα, καὶ πλησίον τοῦ τεμένους τοῦ θεοῦ καὶ τοῦ ποταμοῦ καταθέμενον χῶμα κατασκευάσειν τὸ παρεξόμενον τοῖς κατὰ τὸν Εὐφράτην πλέουσιν ἀθάνατον ὑπόμνημα τοῦ καταλύσαντος τὴν Ἀσσυρίων ἀρχήν.