Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/314

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
214
DIODORI SICULI

ἅπαντας τοὺς ὑπ’ αὐτὸν τεταγμένους μετεπέμπετο δυνάμεις καὶ τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο. ἦν δ’ αὐτῷ λόγιον παραδεδομένον ἐκ προγόνων ὅτι τὴν Νίνον οὐδεὶς ἑλεῖ κατὰ κράτος, ἐὰν μὴ πρότερον ὁ ποταμὸς τῇ πόλει γένηται πολέμιος. ὑπολαμβάνων οὖν τοῦτο μηδέποτε ἔσεσθαι, ταῖς ἐλπίσι ἀντεῖχε, διανοούμενος ὑπομένειν τὴν πολιορκίαν καὶ τὰ παρὰ τῶν ὑποτεταγμένων ἀποσταλησόμενα στρατόπεδα προσδέχεσθαι. 27  οἱ δ’ ἀποστάται τοῖς προτερήμασιν ἐπαρθέντες προσέκειντο μὲν τῇ πολιορκίᾳ, διὰ δὲ τὴν ὀχυρότητα τῶν τειχῶν οὐδὲν ἠδύναντο βλάψαι τοὺς ἐν τῇ πόλει· πετροβόλοι γὰρ ἢ χελῶναι χωστρίδες ἢ κριοὶ πρὸς ἀνατροπὴν μεμηχανημένοι τειχῶν οὔπω κατ’ ἐκείνους τοὺς καιροὺς εὕρηντο. τῶν δ’ ἐπιτηδείων ἁπάντων οἱ κατὰ τὴν πόλιν πολλὴν εἶχον δαψίλειαν, προνενοημένου τοῦ βασιλέως τούτου τοῦ μέρους. διὸ καὶ χρονιζούσης τῆς πολιορκίας ἐπ’ ἔτη μὲν δύο προσέκειντο προσβολὰς ποιούμενοι τοῖς τείχεσι καὶ τῆς ἐπὶ τὴν χώραν ἐξόδου τοὺς ἐκ τῆς πόλεως εἴργοντες· τῷ τρίτῳ δ’ ἔτει συνεχῶς ὄμβρων μεγάλων καταρραγέντων συνέβη τὸν Εὐφράτην μέγαν γενόμενον κατακλύσαι τε μέρος τῆς πόλεως καὶ καταβαλεῖν τὸ τεῖχος ἐπὶ σταδίους εἴκοσιν. ἐνταῦθα ὁ βασιλεὺς νομίσας τετελέσθαι τὸν χρησμὸν καὶ τῇ πόλει τὸν ποταμὸν γεγονέναι φανερῶς πολέμιον, ἀπέγνω τὴν σωτηρίαν. ἵνα δὲ μὴ τοῖς πολεμίοις ὑποχείριος γένηται, πυ-