Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/301

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
201
ΙI 18. 19.

ἐπὶ τὴν γῆν ἔπιπτον, οἱ δὲ τῶν ζῴων ἀπειθούντων τοῖς χαλινοῖς ὡς ἐτύγχανεν εἰς τοὺς πολεμίους ἐξέπιπτον μετὰ τῶν κομιζόντων αὐτοὺς ἵππων. ἡ δὲ Σεμίραμις μετὰ στρατιωτῶν ἐπιλέκτων μαχομένη καὶ τῷ προτερήματι δεξιῶς χρησαμένη τοὺς Ἰνδοὺς ἐτρέψατο. ὧν φυγόντων πρὸς τὴν φάλαγγα Σταβροβάτης ὁ βασιλεὺς οὐ καταπλαγεὶς ἐπήγαγε τὰς τῶν πεζῶν τάξεις, προηγουμένων τῶν ἐλεφάντων, αὐτὸς δ’ ἐπὶ τοῦ δεξιοῦ κέρατος τεταγμένος καὶ τὴν μάχην ἐπὶ τοῦ κρατίστου θηρίου ποιούμενος ἐπήγαγε καταπληκτικῶς ἐπὶ τὴν βασίλισσαν κατ’ αὐτὸν τυχικῶς τεταγμένην. τὸ δ’ αὐτὸ καὶ τῶν ἄλλων ἐλεφάντων ποιησάντων ἡ μετὰ τῆς Σεμιράμιδος δύναμις βραχὺν ὑπέστη χρόνον τὴν τῶν θηρίων ἔφοδον· τὰ γὰρ ζῷα διάφορα ταῖς ἀλκαῖς ὄντα καὶ ταῖς ἰδίαις ῥώμαις πεποιθότα πάντα τὸν ὑφιστάμενον ῥᾳδίως ἀνῄρει. διόπερ πολὺς καὶ παντοῖος ἐγίνετο φόνος, τῶν μὲν ὑπὸ τοὺς πόδας ὑποπιπτόντων, τῶν δὲ τοῖς ὀδοῦσιν ἀνασχιζομένων, ἐνίων δὲ ταῖς προβοσκίσιν ἀναρριπτουμένων. συχνοῦ δὲ πλήθους νεκρῶν σωρευομένου καὶ τοῦ κινδύνου τοῖς ὁρῶσι δεινὴν ἔκπληξιν καὶ φόβον παριστάντος, οὐδεὶς ἔτι μένειν ἐπὶ τῆς τάξεως ἐτόλμα. τραπέντος οὖν τοῦ πλήθους παντὸς ὁ βασιλεὺς τῶν Ἰνδῶν ἐπ’ αὐτὴν ἐβιάζετο τὴν Σεμίραμιν. καὶ τὸ μὲν πρῶτον ἐπ’ ἐκείνην τοξεύσας ἔτυχε τοῦ βραχίονος, ἔπειτ’ ἀκοντίσας διήλασε διὰ τοῦ νώτου τῆς βασιλίσσης, πλαγίας ἐνεχθείσης τῆς πληγῆς· διόπερ οὐδὲν παθοῦσα