τῆς ἐλπίδος, ἀλλὰ τῶν ἐπὶ κατασκοπὴν ἐκπεμφθέντων τοῖς Ἰνδοῖς ἀπαγγελλόντων τὸ πλῆθος τῶν παρὰ τοῖς πολεμίοις ἐλεφάντων, ἅπαντες διηποροῦντο πόθεν αὐτῇ συνακολουθεῖ τοσοῦτο πλῆθος θηρίων. οὐ μὴν ἔμεινέ γε τὸ ψεῦδος πλείω χρόνον κρυπτόμενον· τῶν γὰρ παρὰ τῇ Σεμιράμιδι στρατευομένων τινὲς κατελήφθησαν νυκτὸς ἐν τῇ στρατοπεδείᾳ ῥᾳθυμοῦντες τὰ περὶ τὰς φυλακάς· φοβηθέντες δὲ τὴν ἐπακολουθοῦσαν τιμωρίαν ηὐτομόλησαν πρὸς τοὺς πολεμίους καὶ τὴν κατὰ τοὺς ἐλέφαντας πλάνην ἀπήγγειλαν. ἐφ’ οἷς θαρρήσας ὁ τῶν Ἰνδῶν βασιλεὺς καὶ τῇ δυνάμει διαγγείλας τὰ περὶ τῶν εἰδώλων, ἐπέστρεψεν ἐπὶ τοὺς Ἀσσυρίους διατάξας τὴν δύναμιν.
19 Τὸ δ’ αὐτὸ καὶ τῆς Σεμιράμιδος ἐπιτελούσης, ὡς ἤγγισαν ἀλλήλοις τὰ στρατόπεδα, Σταβροβάτης ὁ τῶν Ἰνδῶν βασιλεὺς προαπέστειλε πολὺ πρὸ τῆς φάλαγγος τοὺς ἱππεῖς μετὰ τῶν ἁρμάτων. δεξαμένης δὲ τῆς βασιλίσσης εὐρώστως τὴν ἔφοδον τῶν ἱππέων, καὶ τῶν κατεσκευασμένων ἐλεφάντων πρὸ τῆς φάλαγγος ἐν ἴσοις διαστήμασι τεταγμένων, συνέβαινε πτύρεσθαι τοὺς τῶν Ἰνδῶν ἵππους. τὰ γὰρ εἴδωλα πόρρωθεν μὲν ὁμοίαν εἶχε τὴν πρόσοψιν τοῖς ἀληθινοῖς θηρίοις, οἷς συνήθεις ὄντες οἱ τῶν Ἰνδῶν ἵπποι τεθαρρηκότως προσίππευον· τοῖς δ’ ἐγγίσασιν ἥ τε ὀσμὴ προσέβαλλεν ἀσυνήθης καὶ τἄλλα διαφορὰν ἔχοντα πάντα παμμεγέθη [ἃ] τοὺς ἵππους ὁλοσχερῶς συνετάραττε. διὸ καὶ τῶν Ἰνδῶν οἱ μὲν