Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/291

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
191
IΙ 12. 13.

προειρημένον κρημνὸν διὰ τούτων εἰς τὴν ἀκρώρειαν προσανέβη. ἐντεῦθεν δ’ ἀναζεύξασα καὶ παραγενομένη πρὸς Χαύονα πόλιν τῆς Μηδίας κατενόησεν ἔν τινι μετεώρῳ πεδίῳ πέτραν τῷ τε ὕψει καὶ τῷ μεγέθει καταπληκτικήν. ἐνταῦθ’ οὖν ἕτερον παράδεισον ὑπερμεγέθη κατεσκεύασεν, ἐν μέσῳ τὴν πέτραν ἀπολαβοῦσα, καθ’ ἣν οἰκοδομήματα πολυτελῆ πρὸς τρυφὴν ἐποίησεν, ἐξ ὧν τά τε κατὰ τὸν παράδεισον ἀπεθεώρει φυτουργεῖα καὶ πᾶσαν τὴν στρατιὰν παρεμβεβληκυῖαν ἐν τῷ πεδίῳ. ἐν τούτῳ δὲ τῷ τόπῳ συχνὸν ἐνδιατρίψασα χρόνον καὶ πάντων τῶν εἰς τρυφὴν ἀνηκόντων ἀπολαύσασα, γῆμαι μὲν νομίμως οὐκ ἠθέλησεν, εὐλαβουμένη μήποτε στερηθῇ τῆς ἀρχῆς, ἐπιλεγομένη δὲ τῶν στρατιωτῶν τοὺς εὐπρεπείᾳ διαφέροντας τούτοις ἐμίσγετο, καὶ πάντας τοὺς αὐτῇ πλησιάσαντας ἠφάνιζε. μετὰ δὲ ταῦτα ἐπ’ Ἐκβατάνων τὴν πορείαν ποιησαμένη παρεγένετο πρὸς ὄρος τὸ Ζαρκαῖον καλούμενον· τοῦτο δ’ ἐπὶ πολλοὺς παρῆκον σταδίους καὶ πλῆρες ὂν κρημνῶν καὶ φαράγγων μακρὰν εἶχε τὴν περίοδον. ἐφιλοτιμεῖτο οὖν ἅμα μὲν μνημεῖον ἀθάνατον ἑαυτῆς ἀπολιπεῖν, ἅμα δὲ σύντομον ποιήσασθαι τὴν ὁδόν· διόπερ τούς τε κρημνοὺς κατακόψασα καὶ τοὺς κοίλους τόπους χώσασα σύντομον καὶ πολυτελῆ κατεσκεύασεν ὁδόν, ἣ μέχρι τοῦ νῦν Σεμιράμιδος καλεῖται. παραγενηθεῖσα δ’ εἰς Ἐκβάτανα, πόλιν ἐν πεδίῳ κειμένην, κατεσκεύασεν