Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/290

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
190
DIODORI SICULI

τόπους. ἔστι δὲ καὶ πέραν τοῦ ποταμοῦ λίμνη στερεὸν ἔχουσα τὸν περὶ αὑτὴν τύπον, εἰς ἣν ὅταν τις ἐμβῇ τῶν ἀπείρων, ὀλίγον μὲν νήχεται χρόνον, προϊὼν δ’ εἰς τὸ μέσον καθάπερ ὑπό τινος βίας κατασπᾶται· ἑαυτῷ δὲ βοηθῶν καὶ πάλιν ἀναστρέψαι προαιρούμενος ἀντέχεται μὲν τῆς ἐκβάσεως, ἀντισπωμένῳ δ’ ὑπό τινος ἔοικε· καὶ τὸ μὲν πρῶτον ἀπονεκροῦται τοὺς πόδας, εἶτα τὰ σκέλη μέχρι τῆς ὀσφύος, τὸ δὲ τελευταῖον ὅλον τὸ σῶμα νάρκῃ κρατηθεὶς φέρεται πρὸς βυθόν, καὶ μετ’ ὀλίγον τετελευτηκὼς ἀναβάλλεται. περὶ μὲν οὖν τῶν ἐν τῇ Βαβυλωνίᾳ θαυμαζομένων ἀρκείτω τὰ ῥηθέντα.

13  Ἡ δὲ Σεμίραμις ἐπειδὴ τοῖς ἔργοις ἐπέθηκε πέρας, ἀνέζευξεν ἐπὶ Μηδίας μετὰ πολλῆς δυνάμεως· καταντήσασα δὲ πρὸς ὄρος τὸ καλούμενον Βαγίστανον πλησίον αὐτοῦ κατεστρατοπέδευσε, καὶ κατεσκεύασε παράδεισον, ὃς τὴν μὲν περίμετρον ἦν δώδεκα σταδίων, ἐν πεδίῳ δὲ κείμενος εἶχε πηγὴν μεγάλην, ἐξ ἧς ἀρδεύεσθαι συνέβαινε τὸ φυτουργεῖον. τὸ δὲ Βαγίστανον ὄρος ἐστὶ μὲν ἱερὸν Διός, ἐκ δὲ τοῦ παρὰ τὸν παράδεισον μέρους ἀποτομάδας ἔχει πέτρας εἰς ὕψος ἀνατεινούσας ἑπτακαίδεκα σταδίους. οὗ τὸ κατώτατον μέρος καταξύσασα τὴν ἰδίαν ἐνεχάραξεν εἰκόνα, δορυφόρους αὑτῇ παραστήσασα ἑκατόν. ἐπέγραψε δὲ καὶ Συρίοις γράμμασιν εἰς τὴν πέτραν ὅτι Σεμίραμις τοῖς σάγμασι τοῖς τῶν ἀκολουθούντων ὑποζυγίων ἀπὸ τοῦ πεδίου χώσασα τὸν