Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/252

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
152
DIODORI SICULI

πους εὐχαρίστως διακεῖσθαι πρὸς πᾶν τὸ εὐεργετοῦν, νομίζοντας μεγίστην ἐπικουρίαν εἶναι τῷ βίῳ τὴν ἀμοιβὴν τῆς πρὸς τοὺς εὐεργέτας χάριτος· δῆλον γὰρ εἶναι διότι πάντες πρὸς εὐεργεσίαν ὁρμήσουσι τούτων μάλιστα παρ’ οἷς ἂν ὁρῶσι κάλλιστα θησαυρισθησομένας τὰς χάριτας. διὰ δὲ τὰς αὐτὰς αἰτίας δοκοῦσιν Αἰγύπτιοι τοὺς ἑαυτῶν βασιλεῖς προσκυνεῖν τε καὶ τιμᾶν ὡς πρὸς ἀλήθειαν ὄντας θεούς, ἅμα μὲν οὐκ ἄνευ δαιμονίου τινὸς προνοίας νομίζοντες αὐτοὺς τετευχέναι τῆς τῶν ὅλων ἐξουσίας, ἅμα δὲ τοὺς βουλομένους τε καὶ δυναμένους τὰ μέγιστ’ εὐεργετεῖν ἡγούμενοι θείας μετέχειν φύσεως. περὶ μὲν οὖν τῶν ἀφιερωμένων ζῴων εἰ καὶ πεπλεονάκαμεν, ἀλλ’ οὖν γε τὰ μάλιστα θαυμαζόμενα τῶν παρ’ Αἰγυπτίοις νόμιμα διευκρινήκαμεν.

91  Οὐχ ἥκιστα δ’ ἄν τις πυθόμενος τὰ περὶ τοὺς τετελευτηκότας νόμιμα τῶν Αἰγυπτίων θαυμάσαι τὴν ἰδιότητα τῶν ἐθῶν. ὅταν γάρ τις ἀποθάνῃ παρ’ αὐτοῖς, οἱ μὲν συγγενεῖς καὶ φίλοι πάντες καταπλαττόμενοι πηλῷ τὰς κεφαλὰς περιέρχονται τὴν πόλιν θρηνοῦντες, ἕως ἂν ταφῆς τύχῃ τὸ σῶμα. οὐ μὴν οὔτε λουτρῶν οὔτε οἴνου οὔτε τῆς ἄλλης τροφῆς ἀξιολόγου μεταλαμβάνουσιν, οὔτε ἐσθῆτας λαμπρὰς περιβάλλονται. τῶν δὲ ταφῶν τρεῖς ὑπάρχουσι τάξεις, ἥ τε πολυτελεστάτη καὶ μέση καὶ ταπεινοτάτη. κατὰ μὲν οὖν τὴν πρώτην ἀναλίσκεσθαί φασιν ἀργυρίου τάλαντον, κατὰ δὲ τὴν δευτέραν