Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/251

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
151
Ι 89. 90.

ελέσθαι μὲν τὴν χώραν εἰς πλείω μέρη, καθ’ ἕκαστον δ’ αὐτῶν καταδεῖξαι τοῖς ἐγχωρίοις σέβεσθαί τι ζῷον ἢ τροφῆς τινος μὴ γεύεσθαι, ὅπως ἑκάστων τὸ μὲν παρ’ αὐτοῖς τιμώμενον σεβομένων, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἀφιερωμένων καταφρονούντων, μηδέποτε ὁμονοῆσαι δύνωνται πάντες οἱ κατ’ Αἴγυπτον. καὶ τοῦτο ἐκ τῶν ἀποτελεσμάτων φανερὸν εἶναι· πάντας γὰρ τοὺς πλησιοχώρους πρὸς ἀλλήλους διαφέρεσθαι, προσκόπτοντας ταῖς εἰς τὰ προειρημένα παρανομίαις.

90  Φέρουσι δὲ καί τινες τοιαύτην αἰτίαν τῆς τῶν ζῴων ἀφιερώσεως. συναγομένων γὰρ ἐν ἀρχῇ τῶν ἀνθρώπων ἐκ τοῦ θηριώδους βίου, τὸ μὲν πρῶτον ἀλλήλους κατεσθίειν καὶ πολεμεῖν, ἀεὶ τοῦ πλέον δυναμένου τὸν ἀσθενέστερον κατισχύοντος· μετὰ δὲ ταῦτα τοὺς τῇ ῥώμῃ λειπομένους ὑπὸ τοῦ συμφέροντος διδαχθέντας ἀθροίζεσθαι καὶ ποιῆσαι σημεῖον ἑαυτοῖς ἐκ τῶν ὕστερον καθιερωθέντων ζῴων· πρὸς δὲ τοῦτο τὸ σημεῖον τῶν ἀεὶ δεδιότων συντρεχόντων, οὐκ εὐκαταφρόνητον τοῖς ἐπιτιθεμένοις γίνεσθαι τὸ σύστημα· τὸ δ’ αὐτὸ καὶ τῶν ἄλλων ποιούντων διαστῆναι μὲν τὰ πλήθη κατὰ συστήματα, τὸ δὲ ζῷον τὸ τῆς ἀσφαλείας ἑκάστοις γενόμενον αἴτιον τιμῶν τυχεῖν ἰσοθέων, ὡς τὰ μέγιστ’ εὐηργετηκός· διόπερ ἄχρι τῶν νῦν χρόνων τὰ τῶν Αἰγυπτίων ἔθνη διεστηκότα τιμᾶν τὰ παρ’ ἑαυτοῖς ἐξ ἀρχῆς τῶν ζῴων καθιερωθέντα. καθόλου δέ φασι τοὺς Αἰγυπτίους ὑπὲρ τοὺς ἄλλους ἀνθρώ-