Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/200

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
100
DIODORI SICULI

58  Πολλῶν δὲ καὶ μεγάλων περὶ τὸν Σεσόωσιν ὑπαρξάντων δοκεῖ μεγαλοπρεπέστατον αὐτῷ γεγονέναι τὸ συντελούμενον ἐν ταῖς ἐξόδοις περὶ τοὺς ἡγεμόνας. τῶν γὰρ καταπεπολεμημένων ἐθνῶν οἵ τε τὰς συγκεχωρημένας βασιλείας ἔχοντες καὶ τῶν ἄλλων οἱ τὰς μεγίστας ἡγεμονίας παρειληφότες ἀπήντων εἰς Αἴγυπτον ἐν τακτοῖς χρόνοις φέροντες δῶρα· οὓς ὁ βασιλεὺς ἐκδεχόμενος ἐν μὲν τοῖς ἄλλοις ἐτίμα καὶ διαφερόντως προῆγεν, ὁπότε δὲ πρὸς ἱερὸν ἢ πόλιν προσιέναι μέλλοι, τοὺς ἵππους ἀπὸ τοῦ τεθρίππου λύων ὑπεζεύγνυεν ἀντὶ τούτων κατὰ τέτταρας τούς τε βασιλεῖς καὶ τοὺς ἄλλους ἡγεμόνας, ἐνδεικνύμενος, ὡς ᾤετο, πᾶσιν ὅτι τοὺς τῶν ἄλλων κρατίστους καὶ δι’ ἀρετὴν ἐπιφανεστάτους καταπολεμήσας εἰς ἅμιλλαν ἀρετῆς οὐκ ἔχει τὸν δυνάμενον συγκριθῆναι. δοκεῖ δ’ οὗτος ὁ βασιλεὺς πάντας τοὺς πώποτε γενομένους ἐν ἐξουσίαις ὑπερβεβηκέναι ταῖς τε πολεμικαῖς πράξεσι καὶ τῷ μεγέθει καὶ τῷ πλήθει τῶν τε ἀναθημάτων καὶ τῶν ἔργων τῶν κατεσκευασμένων κατ’ Αἴγυπτον. ἔτη δὲ τρία πρὸς τοῖς τριάκοντα βασιλεύσας ἐκ προαιρέσεως ἐξέλιπε τὸν βίον, ὑπολιπόντων αὐτὸν τῶν ὀμμάτων· καὶ τοῦτο πράξας οὐ μόνον παρὰ τοῖς ἱερεῦσιν, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις Αἰγυπτίοις ἐθαυμάσθη, δόξας τῇ μεγαλοψυχίᾳ τῶν πεπραγμένων ἀκόλουθον πεποιῆσθαι τὴν τοῦ βίου καταστροφήν. ἐπὶ τοσοῦτο δ’ ἴσχυσε καὶ διέτεινε τοῖς χρόνοις ἡ δόξα τούτου τοῦ βασιλέως ὥστε τῆς