Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/199

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
99
Ι 56. 57.

κοσίων καὶ ὀγδοήκοντα, τὴν δ’ ἐπιφάνειαν ἔχον τὴν μὲν ἔξωθεν ἐπίχρυσον, τὴν δ’ ἔνδοθεν κατηργυρωμένην· καὶ τοῦτο μὲν ἀνέθηκε τῷ θεῷ τῷ μάλιστα ἐν Θήβαις τιμωμένῳ, δύο τε λιθίνους ὀβελίσκους ἐκ τοῦ σκληροῦ λίθου πηχῶν τὸ ὕψος εἴκοσι πρὸς τοῖς ἑκατόν, ἐφ’ ὧν ἐπέγραψε τό τε μέγεθος τῆς δυνάμεως καὶ τὸ πλῆθος τῶν προσόδων καὶ τὸν ἀριθμὸν τῶν καταπολεμηθέντων ἐθνῶν· ἐν Μέμφει δ’ ἐν τῷ τοῦ Ἡφαίστου ἱερῷ μονολίθους εἰκόνας ἑαυτοῦ τε καὶ τῆς γυναικὸς τὸ ὕψος τριάκοντα πηχῶν, τῶν δ’ υἱῶν εἴκοσι πηχῶν, διὰ σύμπτωμα τοιόνδε. ἐκ τῆς μεγάλης στρατείας ἀνακάμψαντος εἰς Αἴγυπτον τοῦ Σεσοώσιος καὶ διατρίβοντος περὶ τὸ Πηλούσιον, ἑστιῶν αὐτὸν ὁ ἀδελφὸς μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων ἐπιβουλὴν συνεστήσατο· ἀναπαυσαμένων γὰρ αὐτῶν ἀπὸ τῆς μέθης, ἔχων καλάμου ξηροῦ πλῆθος ἐκ χρόνου παρεσκευασμένον, καὶ τοῦτο νυκτὸς τῇ σκηνῇ περιθείς, ἐνέπρησεν. ἄφνω δὲ τοῦ πυρὸς ἐκλάμψαντος οἱ μὲν ἐπὶ τῆς θεραπείας τοῦ βασιλέως τεταγμένοι παρεβοήθουν ἀγεννῶς ὡς ἂν οἰνωμένοι, ὁ δὲ Σεσόωσις ἀμφοτέρας τὰς χεῖρας ἀνατείνας καὶ ὑπὲρ τῆς σωτηρίας τῶν τε παίδων καὶ τῆς γυναικὸς τοῖς θεοῖς εὐξάμενος διεξέπεσε διὰ τῆς φλογός. σωθεὶς δὲ παραδόξως τοὺς ἄλλους θεοὺς ἐτίμησεν ἀναθήμασι, καθότι προείρηται, πάντων δὲ μάλιστα τὸν Ἥφαιστον, ὡς ὑπὸ τούτου τετευχὼς τῆς σωτηρίας.