Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/198

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
98
DIODORI SICULI

οὐ ῥᾴδιον, τὸ δ´ ἀναγραφῆς ἀξιῶσαι τὰ διαφωνούμενα παρὰ τοῖς συγγραφεῦσιν ἀναγκαῖον, ὅπως ἀκέραιος ἡ περὶ τῆς ἀληθείας κρίσις ἀπολείπηται τοῖς ἀναγινώσκουσιν.

57  Ὁ δ’ οὖν Σεσόωσις χώματα πολλὰ καὶ μεγάλα κατασκευάσας τὰς πόλεις εἰς ταῦτα μετῴκισεν, ὅσαι μὴ φυσικῶς τὸ ἔδαφος ἐτύγχανον ἐπηρμένον ἔχουσαι, ὅπως κατὰ τὰς πληρώσεις τοῦ ποταμοῦ καταφυγὰς ἔχωσιν ἀκινδύνους οἵ τε ἄνθρωποι καὶ τὰ κτήνη. κατὰ πᾶσαν δὲ τὴν χώραν τὴν ἀπὸ Μέμφεως ἐπὶ θάλατταν ὤρυξε πυκνὰς ἐκ τοῦ ποταμοῦ διώρυχας, ἵνα τὰς μὲν συγκομιδὰς τῶν καρπῶν ποιῶνται συντόμως καὶ ῥᾳδίως, ταῖς δὲ πρὸς ἀλλήλους τῶν λαῶν ἐπιμιξίαις καὶ πᾶσι τοῖς τόποις ὑπάρχῃ ῥᾳστώνη καὶ πάντων τῶν πρὸς ἀπόλαυσιν πολλὴ δαψίλεια· τὸ δὲ μέγιστον, πρὸς τὰς τῶν πολεμίων ἐφόδους ὀχυρὰν καὶ δυσέμβολον ἐποίησε τὴν χώραν· τὸν γὰρ πρὸ τοῦ χρόνον ἡ κρατίστη τῆς Αἰγύπτου πᾶσα σχεδὸν ἱππάσιμος οὖσα καὶ ταῖς συνωρίσιν εὔβατος ἀπ’ ἐκείνου τοῦ χρόνου διὰ τὸ πλῆθος τῶν ἐκ τοῦ ποταμοῦ διωρύχων δυσεφοδωτάτη γέγονεν. ἐτείχισε δὲ καὶ τὴν πρὸς ἀνατολὰς νεύουσαν πλευρὰν τῆς Αἰγύπτου πρὸς τὰς ἀπὸ τῆς Συρίας καὶ τῆς Ἀραβίας ἐμβολὰς ἀπὸ Πηλουσίου μέχρι Ἡλιουπόλεως διὰ τῆς ἐρήμου, τὸ μῆκος ἐπὶ σταδίους χιλίους καὶ πεντακοσίους. ἐναυπηγήσατο δὲ καὶ πλοῖον κέδρινον τὸ μὲν μῆκος πηχῶν δια-