Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/132

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
32
DIODORI SICULI

ρώνειαν. καὶ Μακεδόνα μὲν τὸν υἱὸν ἀπολιπεῖν βασιλέα τῆς ἀπ’ ἐκείνου προσαγορευθείσης Μακεδονίας, Τριπτολέμῳ δ’ ἐπιτρέψαι τὰς κατὰ τὴν Ἀττικὴν γεωργίας. τέλος δὲ τὸν Ὄσιριν πᾶσαν τὴν οἰκουμένην ἐπελθόντα τὸν κοινὸν βίον τοῖς ἡμερωτάτοις καρποῖς εὐεργετῆσαι. εἰ δέ τις χώρα τὸ φυτὸν τῆς ἀμπέλου μὴ προσδέχοιτο, διδάξαι τὸ ἐκ τῆς κριθῆς κατασκευαζόμενον πόμα, λειπόμενον οὐ πολὺ τῆς περὶ τὸν οἶνον εὐωδίας τε καὶ δυνάμεως. ἐπανελθόντα δ’ εἰς τὴν Αἴγυπτον συναποκομίσαι δῶρά τε πανταχόθεν τὰ κράτιστα καὶ διὰ τὸ μέγεθος τῶν εὐεργεσιῶν συμπεφωνημένην λαβεῖν παρὰ πᾶσι τὴν ἀθανασίαν καὶ τὴν ἴσην τοῖς οὐρανίοις τιμήν. μετὰ δὲ ταῦτ’ ἐξ ἀνθρώπων εἰς θεοὺς μεταστάντα τυχεῖν ὑπὸ Ἴσιδος καὶ Ἑρμοῦ θυσιῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων τιμῶν. τούτους δὲ καὶ τελετὰς καταδεῖξαι καὶ πολλὰ μυστικῶς εἰσηγήσασθαι, μεγαλύνοντας τοῦ θεοῦ τὴν δύναμιν.

21  Τῶν δ’ ἱερέων περὶ τῆς Ὀσίριδος τελευτῆς ἐξ ἀρχαίων ἐν ἀπορρήτοις παρειληφότων, τῷ χρόνῳ ποτὲ συνέβη διά τινων εἰς τοὺς πολλοὺς ἐξενεχθῆναι τὸ σιωπώμενον. φασὶ γὰρ νομίμως βασιλεύοντα τῆς Αἰγύπτου τὸν Ὄσιριν ὑπὸ Τυφῶνος ἀναιρεθῆναι τἀδελφοῦ, βιαίου καὶ ἀσεβοῦς ὄντος· ὃν διελόντα τὸ σῶμα τοῦ φονευθέντος εἰς ἓξ καὶ εἴκοσι μέρη δοῦναι τῶν συνεπιθεμένων ἑκάστῳ μερίδα, βουλόμενον πάντας μετασχεῖν τοῦ μύσους, καὶ διὰ τούτου νομίζοντα συναγωνιστὰς ἕξειν καὶ