Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/131

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
31
Ι 19. 20.

ἀμφοτέρων τῶν μερῶν χώμασιν ἀναλαβεῖν, ὥστε κατὰ τὴν πλήρωσιν αὐτοῦ τὴν χώραν μὴ λιμνάζειν παρὰ τὸ συμφέρον, ἀλλὰ διά τινων κατεσκευασμένων θυρῶν εἰσαφίεσθαι τὸ ῥεῦμα πρᾴως καθ’ ὅσον ἂν ᾖ χρεία. ἔπειτα ποιήσασθαι τὴν πορείαν δι’ Ἀραβίας παρὰ τὴν Ἐρυθρὰν θάλατταν ἕως Ἰνδῶν καὶ τοῦ πέρατος τῆς οἰκουμένης. κτίσαι δὲ καὶ πόλεις οὐκ ὀλίγας ἐν Ἰνδοῖς, ἐν αἷς καὶ Νῦσαν ὀνομάσαι, βουλόμενον μνημεῖον ἀπολιπεῖν ἐκείνης καθ’ ἣν ἐτράφη κατ’ Αἴγυπτον. φυτεῦσαι δὲ καὶ κιττὸν ἐν τῇ παρ’ Ἰνδοῖς Νύσῃ, καὶ διαμένειν τοῦτο τὸ φυτὸν ἐν ἐκείνῳ μόνῳ τῷ τόπῳ τῶν τε κατὰ τὴν Ἰνδικὴν καὶ τὴν ὅμορον χώραν. πολλὰ δὲ καὶ ἄλλα σημεῖα τῆς ἑαυτοῦ παρουσίας ἀπολελοιπέναι κατ’ ἐκείνην τὴν χώραν, δι’ ὧν προαχθέντας τοὺς μεταγενεστέρους τῶν Ἰνδῶν ἀμφισβητῆσαι τοῦ θεοῦ, λέγοντας Ἰνδὸν εἶναι τὸ γένος.

20  Γενέσθαι δὲ καὶ περὶ τὴν τῶν ἐλεφάντων θήραν, καὶ στήλας πανταχοῦ καταλιπεῖν τῆς ἰδίας στρατείας. ἐπελθεῖν δὲ καὶ τἄλλα τὰ κατὰ τὴν Ἀσίαν ἔθνη, καὶ περαιωθῆναι κατὰ τὸν Ἑλλήσποντον εἰς τὴν Εὐρώπην. καὶ κατὰ μὲν τὴν Θρᾴκην Λυκοῦργον τὸν βασιλέα τῶν βαρβάρων ἐναντιούμενον τοῖς ὑπ’ αὐτοῦ πραττομένοις ἀποκτεῖναι, Μάρωνα δὲ γηραιὸν ἤδη καθεστῶτα καταλιπεῖν ἐπιμελητὴν τῶν ἐν ταύτῃ τῇ χώρᾳ φυτευομένων, καὶ κτίστην αὐτὸν ποιῆσαι τῆς ἐπωνύμου πόλεως, ἣν ὀνομάσαι Μα-