Μετάβαση στο περιεχόμενο

Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/108

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
8
DIODORI SICULI

μαλίαν καὶ τὸ πλῆθος τῶν συνταγμάτων δυσκατάληπτος γίνεται τελέως καὶ δυσέφικτος ἡ τῶν πεπραγμένων ἀνάληψις· ἡ δ’ ἐν μιᾶς συντάξεως περιγραφῇ πραγματεία τὸ τῶν πράξεων εἰρόμενον ἔχουσα τὴν μὲν ἀνάγνωσιν ἑτοίμην παρέχεται, τὴν δ’ ἀνάληψιν ἔχει παντελῶς εὐπαρακολούθητον. καθόλου δὲ τῶν ἄλλων τοσοῦτον ὑπερέχειν ταύτην ἡγητέον ὅσῳ χρησιμώτερόν ἐστι τὸ πᾶν τοῦ μέρους καὶ τὸ συνεχὲς τοῦ διερρηγμένου, πρὸς δὲ τούτοις τὸ διηκριβωμένον τοῖς χρόνοις τοῦ μηδὲ γινωσκομένου τίσιν ἐπράχθη καιροῖς.

4  Διόπερ ἡμεῖς ὁρῶντες ταύτην τὴν ὑπόθεσιν χρησιμωτάτην μὲν οὖσαν, πολλοῦ δὲ πόνου καὶ χρόνου προσδεομένην, τριάκοντα μὲν ἔτη περὶ αὐτὴν ἐπραγματεύθημεν, μετὰ δὲ πολλῆς κακοπαθείας καὶ κινδύνων ἐπήλθομεν πολλὴν τῆς τε Ἀσίας καὶ τῆς Εὐρώπης, ἵνα τῶν ἀναγκαιοτάτων καὶ πλείστων μερῶν αὐτόπται γενηθῶμεν· πολλὰ γὰρ παρὰ τὰς ἀγνοίας τῶν τόπων διήμαρτον οὐχ οἱ τυχόντες τῶν συγγραφέων, ἀλλά τινες καὶ τῶν τῇ δόξῃ πεπρωτευκότων. ἀφορμῇ δὲ πρὸς τὴν ἐπιβολὴν ταύτην ἐχρησάμεθα μάλιστα μὲν τῇ πρὸς τὴν πραγματείαν ἐπιθυμίᾳ, δι’ ἣν πᾶσιν ἀνθρώποις τὸ δοκοῦν ἄπορον εἶναι τυγχάνει συντελείας, ἔπειτα καὶ τῇ ἐν Ῥώμῃ χορηγίᾳ τῶν πρὸς τὴν ὑποκειμένην ὑπόθεσιν ἀνηκόντων. ἡ γὰρ ταύτης τῆς πόλεως