Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/107

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
7
Ι 2. 3.

νων οὐδεὶς προεβίβασε τὴν ἱστορίαν κατωτέρω τῶν Μακεδονικῶν καιρῶν· οἱ μὲν γὰρ εἰς τὰς Φιλίππου πράξεις, οἱ δ’ εἰς τὰς Ἀλεξάνδρου, τινὲς δ’ εἰς τοὺς διαδόχους ἢ τοὺς ἐπιγόνους κατέστρεψαν τὰς συντάξεις· πολλῶν δὲ καὶ μεγάλων τῶν μετὰ ταῦτα πράξεων ἀπολελειμμένων μέχρι τοῦ καθ’ ἡμᾶς βίου τῶν ἱστοριογράφων οὐδεὶς ἐπεβάλετο αὐτὰς μιᾶς συντάξεως περιγραφῇ πραγματεύσασθαι διὰ τὸ μέγεθος τῆς ὑποθέσεως. διὸ καὶ ἐρριμμένων τῶν τε χρόνων καὶ τῶν πράξεων ἐν πλείοσι πραγματείαις καὶ διαφόροις συγγραφεῦσι δυσπερίληπτος ἡ τούτων ἀνάληψις γίνεται καὶ δυσμνημόνευτος. ἐξετάσαντες οὖν τὰς ἑκάστου τούτων διαθέσεις ἐκρίναμεν ὑπόθεσιν ἱστορικὴν πραγματεύσασθαι τὴν πλεῖστα μὲν ὠφελῆσαι δυναμένην, ἐλάχιστα δὲ τοὺς ἀναγινώσκοντας ἐνοχλήσουσαν. εἰ γάρ τις τὰς εἰς μνήμην παραδεδομένας τοῦ σύμπαντος κόσμου πράξεις, ὥσπερ τινὸς μιᾶς πόλεως, ἀρξάμενος ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων ἀναγράψαι κατὰ τὸ δυνατὸν μέχρι τῶν καθ’ αὑτὸν καιρῶν, πόνον μὲν ἂν πολὺν ὑπομείναι δῆλον ὅτι, πραγματείαν δὲ πασῶν εὐχρηστοτάτην συντάξαιτο τοῖς φιλαναγνωστοῦσιν. ἐξέσται γὰρ ἐκ ταύτης ἕκαστον πρὸς τὴν ἰδίαν ὑπόστασιν ἑτοίμως λαμβάνειν τὸ χρήσιμον, ὥσπερ ἐκ μεγάλης ἀρυόμενον πηγῆς. τοῖς μὲν γὰρ ἐπιβαλλομένοις διεξιέναι τὰς τῶν τοσούτων συγγραφέων ἱστορίας πρῶτον μὲν οὐ ῥᾴδιον εὐπορῆσαι τῶν εἰς τὴν χρείαν πιπτουσῶν βίβλων, ἔπειτα διὰ τὴν ἀνω-