Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/190

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

3 Ὄτι Ἴκκος ὁ Ταραντῖνος πάλης ὑπήρξατο, σωφρονέστερον τὸν τῆς ἀθλήσεως χρόνον διαζήσας καὶ κεκολασμένῃ τροφῇ διαβιώσας καὶ ἀφροδίτης ἀμαθὴς διατελέσας.

4 Ἀγαθοκλέα φασὶ τὸν Σικελίας τύραννον γελοιότατα τὴν κεφαλὴν ἀσχημονεῖν. ψιλουμένης γὰρ αὐτῆς, κατὰ μικρὰ ὑπορρεουσῶν αὐτῷ τῶν τριχῶν, ὃ δὲ αἰδούμενος προκάλυμμα κόμης ἐποιήσατο μυρρίνης στέφανον· καὶ ἦν πρόβλημα τῆς ψιλώσεως. ᾔδεσαν μέντοι τὸ φαλάκρωμα Συρακόσιοι, καὶ τὴν ἐς αὐτὸν τῶν τριχῶν ἐπιβουλὴν οὐκ ἠγνόουν, ἐσιώπων δὲ διὰ τὸ τῶν τολμημάτων αὐτοῦ καὶ ἀσεβημάτων ἐμμανές.

5 Ἔθυόν τινες ἐν Δελφοῖς. τούτοις ἐπιβουλεύοντες Δελφοὶ ἐς τὰ κανᾶ, ἔνθα ἦν αὐτοῖς ὅ τε λιβανωτὸς καὶ τὰ πόπανα, ἐνέβαλον τῶν ἱερῶν χρημάτων λάθρᾳ. λαβόντες οὖν αὐτοὺς ὡς θεοσύλας ἀπήγαγον ἐπὶ τὴν πέτραν, καὶ κατεκρήμνισαν κατὰ τὸν Δελφικὸν νόμον.

6 Συνέβη τινὰ μοιχὸν ἁλῶναι ἐν Θεσπιαῖς· εἶτα ἤγετο διὰ τῆς ἀγορᾶς δεδεμένος. ἀφείλοντο οὖν αὐτὸν οἱ ἑταῖροι. ἐξήφθη οὖν στάσις, καὶ συνέπεσε γενέσθαι φόνους πολλούς.

7 Ἔλεγεν Ἐτεοκλῆς ὁ Λάκων δύο Λυσάνδρους τὴν Σπάρτην μὴ ἂν ὑπομεῖναι. καὶ Ἀρχέστρατος ὁ Ἀθηναῖος ἔλεγε δύο Ἀλκιβιάδας τὴν τῶν Ἀθηναίων. οὕτως ἄρα αὐτῶν ἑκάτεροι ἦσαν ἀφόρητοι.

8 Ἵππαρχος ἀνῃρέθη ὑπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος, ὅτι ἐν τοῖς Παναθηναίοις κομίσαι κανοῦν τῇ θεῷ κατὰ τὸν νόμον τὸν ἐπιχώριον οὐκ εἴασε τὴν ἀδελφὴν τὴν Ἁρμοδίου, καὶ ἴσως ἀξίαν οὖσαν.

9 Οἱ τῶν Ἑλλήνων ἄριστοι πενίᾳ διέζων παρὰ πάντα τὸν βίον. ἐπαινείτωσαν οὖν πλοῦτόν τινες ἔτι μετὰ τοὺς τῶν Ἑλλήνων ἀρίστους, οἷς ἡ πενία παρὰ