Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/189

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.


Λακεδαιμονιοις κοινῇ φίλος, δῆλον ὅτι καὶ αὐτοῦ ἔσται· ἐφ᾽ ἅπασι γὰρ καὶ ἐκεῖνον ἀριθμεῖσθαι.

21  Ὅτι τὸν Πλάτωνα ἡ Περικτιόνη ἔφερεν ἐν ταῖς ἀγκάλαις· θύοντος δὲ τοῦ Ἀρίστωνος ἐν Ὑμηττῷ ταῖς Μούσαις ἢ ταῖς νύμφαις, οἳ μὲν πρὸς τὴν ἱερουργίαν ἦσαν, ἣ δὲ κατέκλινε Πλάτωνα ἐν ταῖς πλησίον μυρρίναις δασείαις οὔσαις καὶ πυκναῖς. καθεύδοντι δὲ ἐσμὸς μελιττῶν ἐν τοῖς χείλεσιν αὐτοῦ καθίσασαι ὑπῇδον, τὴν τοῦ Πλάτωνος εὐγλωττίαν μαντευόμεναι ἐντεῦθεν.

22  Ὅτι Διώξιππος παρόντος Ἀλεξάνδρου καὶ Μακεδόνων ῥόπαλον λαβών, Κόρραγον τὸν Μακεδόνα ὁπλίτην καταμονομαχήσας καὶ ἐκκρούσας αὐτοῦ τὸ ξυστὸν καὶ ἁρπάσας τὸν ἄνδρα σὺν τῇ πανοπλίᾳ, ἐπιβὰς ἐπὶ τὸν αὐχένα αὐτοῦ κειμένου τὴν μάχαιραν ἣν ὑπέζωστο ὑφαρπάσας ἀπέκτεινε τὸν ὁπλίτην. ἐμισήθη δὲ ὑπὸ Ἀλεξάνδρου. ὃ δὲ ἀπογνούς, ὡς μισηθεὶς ὑπὸ Ἀλεξάνδρου, καὶ ἀθυμήσας ἀπέθανεν.


IA

1  Ὅτι Ὀρίκαδμος πάλης ἐγένετο νομοθέτης, καθ᾽ ἑαυτὸν ἐπινοήσας τὸν Σικελὸν τρόπον καλούμενον παλαίειν.

2  Ὅτι ἦν Ὀροιβαντίου Τροιζηνιου ἔπη πρὸ Ὁμήρου, ὥς φασιν οἱ Τροιζήνιοι λόγοι. καὶ τὸν Φρύγα δὲ Δάρητα, οὗ Φρυγίαν Ἰλιάδα ἔτι καὶ νῦν ἀποσωζομένην οἶδα, πρὸ Ὁμήρου καὶ τοῦτον γενέσθαι λέγουσι. Μελήσανδρος ὁ Μιλήσιος Λαπιθῶν καὶ Κενταύρων μάχην ἔγραψεν.