νοῶν ὁ Ἐπίκουρος τί βουλόμενος ἐπῄνει τὴν ἡδονήν, εἰσόμεθα ἄλλοτε.
14 Πολλάκις τὰ κατ᾽ ὀβολὸν μετὰ πολλῶν πόνων συναχθέντα χρήματα κατὰ τὸν᾽ Αρχίλοχον εἰς πόρνης γυναικὸς ἔντερον καταρρέει. ὥσπερ γὰρ ἐχῖνον λαβεῖν μὲν ῥᾴδιον συνέχειν δὲ χαλεπόν, οὕτω καὶ τὰ χρήματα. καὶ Ἀναξαγόρας ἐν τῷ περὶ βασιλείας φησὶ χαλεπὸν χρήματα συναγείρασθαι, χαλεπώτερον δὲ φυλακὴν τούτοις περιθεῖναι.
15 Ἱέρωνά φασι τὸν Σικελίας τύραννον τὰ πρῶτα ἰδιώτην εἶναι καὶ ἀνθρώπων ἀμουσότατον, καὶ τὴν ἀγροικίαν ἀλλὰ μηδὲ κατ᾽ ὀλίγον τοῦ ἀδελφοῦ διαφέρειν τοῦ Γέλωνος· ἐπεὶ δὲ αὐτῷ συνηνέχθη νοσῆσαι, μουσικώτατος ἀνθρώπων ἐγένετο, τὴν σχολὴν τὴν ἐκ τῆς ἀρρωστίας ἐς ἀκούσματα πεπαιδευμένα καταθέμενος. ῥωσθεὶς οὖν Ἱέρων συνῆν Σιμωνίδῃ τῷ Κείῳ καὶ Πινδάρῳ τῷ Θηβαίῳ καὶ Βακχυλίδῃ τῷ Ἰουλιήτῃ. ὁ δὲ Γέλων ἄνθρωπος ἄμουσος.
Μουσικώτατον δὲ λέγουσι καὶ Πτολεμαῖον γενέσθαι τὸν δεύτερον καὶ αὐτὸν νοσήσαντα. λέγει δὲ καὶ Πλάτων τὸν Θεάγην φιλοσοφῆσαι δι᾽ οὐδὲν ἄλλο ἢ διὰ τὴν νοσοτροφίαν· εἴργουσα γὰρ αὐτὸν ἐκείνη τῶν πολιτικῶν συνήλασεν ἐς τὸν τῆς σοφίας ἔρωτα. τίς δὲ οὐκ ἂν νοῦν ἔχων συνηύξατο καὶ Ἀλκιβιάδῃ νόσον καὶ Κριτίᾳ καὶ Παυσανίᾳ τῷ Λακεδαιμονίῳ καὶ ἄλλοις; Ἀλκιβιάδῃ μὲν καὶ Κριτίᾳ, ἵνα μὴ ἀποδράντες Σωκράτους ὃ μὲν ὑβριστὴς γένηται καὶ ποτὲ μὲν φιλολάκων, ποτὲ δὲ βοιωτιάζῃ τὸν τρόπον καὶ αὖ πάλιν θετταλίζῃ καὶ τοῖς Μήδων καὶ Περσῶν ἀρέσκηται ἐν Φαρναβάζου γενόμενος· τυραννικώτατος δὲ καὶ φονικώτατος ὁ Κριτίας γενόμενος καὶ τὴν πατρίδα ἐλύπησε πολλὰ καὶ αὐτὸς μισούμενος τὸν βίον κατέστρεψε.