Καὶ Στράτων δὲ ὁ Κορράγου ἐς δέον ἔοικε νοσῆσαι· εὖ γὰρ γένους ἥκων εὖ δὲ καὶ πλούτου οὐκ ἐγυμνάζετο. καμὼν δὲ τὸν σπλῆνα καὶ θεραπείας δεηθεὶς τῆς ἐκ τῶν γυμνασίων, τὰ μὲν πρῶτα ὅσον ἐς τὸ ὑγιᾶναι ἐχρῆτο αὐτοῖς· χωρῶν δὲ ἐς τὸ πρόσω τῆς τέχνης καὶ ἐν ἔργῳ τιθέμενος αὐτήν, Ὀλυμπίασι μὲν ἐνίκησεν ἡμέρᾳ μιᾷ πάλην καὶ παγκράτιον, καὶ τῇ ἑξῆς Ὀλυμπιάδι, καὶ ἐν Νεμέᾳ δέ, καὶ Πυθοῖ καὶ Ἰσθμοῖ.
Δημοκράτης ὁ παλαιστὴς καὶ αὐτὸς νοσήσας τοὺς πόδας, παριὼν ἐς τοὺς ἀγῶνας καὶ στὰς ἐν τῷ σταδίῳ, περιγράφων ἑαυτῷ κύκλον προσέταττε τοῖς ἀντιπαλαισταῖς ἔξω τῆς γραμμῆς αὐτὸν προέλκειν· οἳ δὲ ἡττῶντο ἀδυνατοῦντες. ὃ δὲ εὖ διαβὰς ἐν τῇ στάσει καὶ ἐγκρατῶς, στεφανούμενος ἀπῄει.
16 Ἐὰν προσέχῃ τις Καλλίᾳ, φιλοπότην αὐτὸν ἐργάσεται ὁ Καλλίας· ἐὰν Ἰσμηνίᾳ, αὐλητήν· ἀλαζόνα, ἐὰν Ἀλκιβιάδῃ· ὀψοποιόν, ἐὰν Κρωβύλῳ· δεινὸν εἰπεῖν, ἐὰν Δημοσθένει· στρατηγικόν, ἐὰν Ἐπαμεινώνδᾳ· μεγαλόφρονα, ἐὰν Ἀγησιλάῳ· χρηστόν, ἐὰν Φωκίωνι· δίκαιον, ἐὰν Ἀριστείδῃ· σοφόν, ἐὰν Σωκράτει.
17 Ἐδίδασκε Πυθαγόρας τοὺς ἀνθρώπους ὅτι κρειττόνων γεγένηται σπερμάτων ἢ κατὰ τὴν φύσιν τὴν θνητήν· τῆς γὰρ αὐτῆς ἡμέρας καὶ κατὰ τὴν αὐτὴν ὥραν ὤφθη ἐν Μεταποντίῳ φασὶ καὶ ἐν Κρότωνι. καὶ ἐν Ὀλυμπίᾳ δὲ παρέφηνε χρυσοῦν τὸν ἕτερον τῶν μηρῶν. καὶ Μυλλίαν δὲ τὸν Κροτωνιάτην ὑπέμνησεν ὅτι Μίδας ὁ Γορδίου ἐστὶν ὁ Φρύξ. καὶ τὸν ἀετὸν δὲ τὸν λευκὸν κατέψησεν ὑπομείναντα αὐτόν. ἀλλὰ καὶ ὑπὸ τοῦ Κόσα τοῦ ποταμοῦ διαβαίνων προσερρήθη, τοῦ ποταμοῦ εἰπόντος αὐτῷ ῾χαῖρε, Πυθαγόρα.᾿