Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/489

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τὰς προειρημένας ἐνεργότατα προσείει, ἔθηκε δὲ τὸ φέρνιόν τις ἕτερος, καὶ τὸν ἰχθὺν ἀνάγει· καὶ (τοῦτο δήπου τὸ καινότατον) κηλουμένη εἶτα ἑαυτὴν διαλέληθεν ᾑρημένη.

19 Γαλάτας Εὔδοξος τοὺς ἑῴους λέγει δρᾶν τοιαῦτα, καὶ εἰ φανεῖταί τῳ πιστά, πιστευέτω, εἰ δὲ ἧττον τοιαῦτα, μὴ προσεχέτω. ὅταν αὐτῶν τῇ γῇ νέφη παρνόπων ἐπιφοιτήσαντα εἶτα λυπήσῃ τοὺς καρπούς, οἳ δὲ εὐχάς τινας εὔχονται, καὶ ἱερουργίας καταθύουσιν ὀρνίθων κατακηλητικάς· οἳ δὲ ὑπακούουσι, καὶ ἔρχονται στόλῳ κοινῷ, καὶ τοὺς πάρνοπας ἀφανίζουσιν. ἐὰν δὲ τούτων τινὰ θηράσηται Γαλάτης, τίμημά οἱ ἐκ τῶν νόμων τῶν ἐπιχωρίων θάνατός ἐστιν. ἐὰν δὲ συγγνώμης τύχῃ καὶ ἀφεθῇ, ἐς μῆνιν ἐμβάλλει τοὺς ὄρνιθας, καὶ τιμωροῦντες τῷ ἑαλωκότι οὐκ ἀξιοῦσιν ὑπακοῦσαι, ἐάν γε καλῶνται αὖθις.

20 Ἀριστοτέλης λέγει γίνεσθαι ἐν Σάμῳ λευκὴν χελιδόνα· ταύτης γε μὴν ἐάν τις ἐκκεντήσῃ τοὺς ὀφθαλμούς, γίνεσθαι μὲν αὐτὴν παραχρῆμα τυφλήν, μετὰ ταῦτα δὲ ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας καὶ ἐξ ὑπαρχῆς ὁρᾷ, ὡς ἐκεῖνός φησι.

21 Τὸν κιννάμωμον ὄρνιν ἀκούω εἶναι, καὶ μέντοι καὶ κομίζειν κάρφη φυτοῦ τοῦ ὁμωνύμου ἐκ τῶν τῆς γῆς τερμάτων, καὶ καλιὰς ὑποπλέκειν ἔνθα Ἡρόδοτοί τε ᾄδουσι καὶ ἄλλοι, φιλοῦσι δέ πως οἵδε οἱ ὄρνιθες τὰς ἑαυτῶν εὐνάς τε καὶ καταγωγὰς ὑφαίνειν. οὐκοῦν οἷσπερ μέλει τῶνδε τῶν καρφῶν, οἰστοὺς βαρεῖς ῥοίζῳ βιαιοτάτῳ καὶ νευρᾶς ἐντάσει σφοδρᾷ κατὰ τῶν καλιῶν ἀφιᾶσιν· αἳ δὲ ῥήγνυνται, καὶ κατολισθάνει τὰ κάρφη, καὶ μέντοι καὶ τὸ ᾀδόμενον δήπου κιννάμωμον ταῦτά ἐστιν.

22 Καὶ Κλειτάρχῳ χῶρον δῶμεν. λέγει δὲ Κλεί-