Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/488

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐκ τῶν μυῶν ἐπιδρομήν τε ἅμα καὶ λύμην φείδονται τῶν γαμψωνύχων, οἵπερ οὖν καὶ αὐτοὶ κατὰ νέφη πετόμενοι εἶτα αὐτοὺς ἀνασπῶσιν, καὶ ἰδίᾳ τινὶ φύσει τοῖς Κασπίοις ἀναστέλλουσι τὸν λιμόν.

Ἀλώπεκες δὲ αἱ Κάσπιαι, τὸ πλῆθος αὐτῶν τοσοῦτόν ἐστιν ὡς καὶ ἐπιφοιτᾶν οὐ μόνον τοῖς αὐλίοις τοῖς κατὰ τοὺς ἀγρούς, ἤδη γε μὴν καὶ ἐς τὰς πόλεις παριέναι. καὶ ἐν οἰκίᾳ ἀλώπηξ φανεῖται οὐ μὰ Δία ἐπὶ λύμῃ οὐδὲ ἁρπαγῇ, ἀλλὰ οἷα τιθασός· καὶ ὑποσαίνουσί τε καὶ ὑπαικάλλουσι τῶν παρ᾽ ἡμῖν κυνιδίων. οἱ δὲ μύες οἱ τοῖς Κασπίοις ἐπίδημον ὄντες κακόν, μέγεθος αὐτῶν ὅσον κατά γε τοὺς Αἰγυπτίων ἰχνεύμονας ὁρᾶσθαι· ἄγριοι δὲ καὶ δεινοὶ καὶ καρτεροὶ τοὺς ὀδόντας, καὶ διακόψαι τε καὶ διατραγεῖν οἷοί τε εἰσὶ καὶ σίδηρον. τοιοῦτοι δὲ ἄρα καὶ οἱ μύες οἱ ἐν τῇ Τερηδόνι τῆς Βαβυλωνίας εἰσίν, ὧνπερ οὖν καὶ τὰς δορὰς οἱ τούτων κάπηλοι ἐς Πέρσας ἄγουσι φόρτον. εἰσὶ δὲ ἁπαλαί, καὶ συνερραμμέναι χιτῶνές τε ἅμα γίνονται καὶ ἀλεαίνουσιν αὐτούς. καλοῦνται δὲ ἄρα οὕτοι κανδυτᾶνες, ὡς ἐκείνοις φίλον. θαυμάσαι δὲ τῶν μυῶν τῶνδε ἄξιον ἄρα καὶ τοῦτο. ἐὰν ἁλῷ μῦς κύουσα, κᾆτα ἐξαιρεθῇ τὸ ἔμβρυον, αὐτῆς δὲ διατμηθείσης ἐκείνης εἶτα μέντοι καὶ αὐτὸ διανοιχθῇ, καὶ ἐκεῖνο ἔχει βρέφος.

18 Τῆς θαλαττίας τρυγόνος ἴδιον καὶ τοῦτο προσακήκοα. ἐπὶ τῆς ἁλιάδος ὀρχεῖταί τις, ὅταν αὐτὴν ὑπονέουσαν θεάσηται, καὶ μέντοι καὶ ἀπέσκωψέ τι κέρτομον, καὶ πρὸς ἐπὶ τούτοις, ἐάνπερ αὐλητικὸς ᾖ, καὶ τὸν αὐλὸν ὡς δέλεαρ φέρει καὶ ὑπαυλεῖ· ἣ δὲ ὑπερήδεται (καὶ γάρ τοι καὶ ὦτα ἔχει μουσικῆς ἐπαΐοντα, ὥς φασι, καὶ ὄμματα συνιέντα ὀρχηστικῆς) εἶτα κηλουμένη ἡσυχῆ πως ἀναπλεῖ. καὶ ὃ μὲν τὰς ἴυγγας