Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/469

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ὧνπερ οὖν καὶ ἀνωτέρω οἶδα ποιησάμενος μνήμην εὐκαιροτάτην.

23 Ἴππου δὲ ἄρα καὶ τὸ εὐμαθὲς ἴδιον ἦν, καὶ τούτου μαρτύριον ἐκεῖνο. Συβαρίτας τοὺς ἐν Ἰταλίᾳ τρυφῆς ἀκούω ποιήσασθαι φροντίδα ὑπερβάλλουσαν, καὶ τῶν μὲν ἄλλων ἔργων τε καὶ σπουδασμάτων ἀμαθῶς ἔχειν, πάντα δὲ τὸν ἑαυτῶν βίον διάγειν ῥᾳστωνεύοντας ἐν ἀργίᾳ καὶ πολυτελείᾳ. περιηγεῖσθαι μὲν οὖν ἕκαστα τῶν ἐν Συβάρει μακρὸν ἂν εἴη νῦν, ἐκεῖνο δ᾽ οὖν ὁμολογεῖ τρυφὴν ἄμαχον. δεδιδαγμένοι ἦσαν αὐτοῖς οἱ ἵπποι παρὰ τὸν τῆς εὐωχίας καιρὸν ὀρχεῖσθαι πρὸς αὐλόν. τοῦτο οὖν εἰδότες οἱ Κροτωνιᾶται ῾ἐπολέμουν δὲ αὐτοῖσ᾽ σάλπιγγα μὲν καὶ ἦχον σύντονον καὶ παρακλητικὸν ἐς ὅπλα κατεσίγασαν, αὐλοὺς δὲ καὶ αὐλητὰς παραλαβόντες, ἐπεὶ ὁμοῦ ἦσαν καὶ τόξευμα ἐξικνεῖτο ἤδη, ἐνέδοσαν ἐκεῖνοι τὸ μέλος τὸ ὀρχηστικόν, ὅπερ οὖν ἀκούσαντες οἱ τῶν Συβαριτῶν ἵπποι, ὡς ἐν μέσοις ὄντες τοῖς συμποσίοις, ἀπεσείσαντο μὲν τοὺς ἀναβάτας, ἐσκίρτων δὲ καὶ ἐχόρευον. καὶ ταύτῃ τὴν τάξιν συνέχεαν καὶ τὸν πόλεμον ἐξωρχήσαντο.

24 Ὑπὲρ τῶν ἵππων τῶν καλουμένων λυκοσπάδων εἶπον καὶ ἀνωτέρω, καὶ νῦν δὲ εἰρήσεται ὅσα προσακήκοα ἴδια. τὴν ὄψιν ἔχουσι συνεστραμμένην καὶ βραχεῖαν, ἔτι δὲ σιμήν. λέγουσι δὲ αὐτὰς εἶναι καὶ φιλέλληνας, καὶ ἔχειν τοῦ γένους τοῦδε σύνεσίν τινα ἀπόρρητον, καὶ συμφυῆ πρὸς αὐτοὺς ἀποσώζειν φιλίαν, καὶ προσιόντων τε καὶ ἐπαφωμένων καὶ κοίλῃ τῇ χειρί πως ἐπικροτούντων μὴ ἄχθεσθαι μηδὲ ἀποσκιρτᾶν, καὶ συνδιημερεύειν μὲν αὐτοῖς ὥσπερ οὖν δεδεμένους, καθευδόντων δὲ καθεύδειν πλησίον. ἐὰν δὲ προσέλθῃ βάρβαρος, ὥσπερ οὖν αἱ ῥινηλα-