Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/470

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τοῦσαι κύνες ἐκ τῶν ἰχνῶν συνιᾶσι τὰ θηρία, οὕτω τοι καὶ αἱ ἵπποι ἐκεῖναι γινώσκουσι τὸ γένος, καὶ χρεμετίζουσι καὶ φεύγουσιν οἷα δήπου δεδοικυῖαι θηρίον. τοῖς μὲν οὖν συνήθεσι καὶ χιλὸν ἐμβάλλουσι καὶ τὴν ἄλλην κομιδὴν προσφέρουσι πάνυ ἥδονται, καὶ βούλονται ὡραῖαι φαίνεσθαι, καὶ ἔτι μᾶλλον τοῖς ἑαυτῶν ἡνιόχοις. καὶ τὸ μαρτύριον, ὅταν νήχωνται, ἐνδοτέρω προχωροῦσιν ἢ τῆς λίμνης ἢ τῆς θαλάττης ἢ τῆς κρήνης, τὸ πρόσωπον φαιδρύνειν βουλόμεναι, ἵνα μή τι ἄμορφον ἢ ἀκαλλὲς ἐκ τῆς φάτνης ἢ ἐκ τῆς ὁδοῦ προσπεσὸν εἶτα ἐπιθολώσῃ τὸ κάλλος. λυκοσπάδι δὲ ἄρα ἵππῳ καὶ ἀλοιφαὶ εὐώδεις ὡς νύμφῃ φίλαι καὶ μύρων ὀσμή. καὶ Ὅμηρος δὲ τὸ φιληδεῖν ἵππους χρίσμασι φύσει πάντας ὁμολογεῖ λέγων

τοίου γὰρ σθένος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο
ἠπίου, ὃς σφῶιν μάλα πολλάκις ὑγρὸν ἔλαιον
χαιτάων κατέχευε, λοέσσας ὕδατι λευκῷ.

καὶ Σιμωνίδης δὲ ἐκ παντοδαπῶν θηρίων λέγων τὰς γυναῖκας γενέσθαι τε καὶ διαπλασθῆναί φησιν ἐνίαις ἐκ τῶν ἵππων τό τε φιλόκοσμον καὶ φιλόμυρον συντεχθῆναι καὶ ἐκείναις φύσει. ἃ δὲ λέγει, ταῦτά ἐστιν

τὴν δ᾽ ἵππος ἁβρὴ χαιτέεσσ᾽ ἐγείνατο,
ἣ δούλἰ ἔργα καὶ δύην περιτρέπει·
κοὔτ᾽ ἂν μύλης ψαύσειεν, οὔτε κόσκινον
ἄρειεν, οὔτε κόπρον ἐξ οἴκου βάλοι,
οὔτε πρὸς ἰπνὸν ἀσβόλην ἀλευμένη
ἵζοιτ᾽. ἀνάγκῃ δ᾽ ἄνδρα ποιεῖται φίλον.
λοῦται δὲ πάσης ἡμέρας ἄπο ῥύπον
δίς, ἄλλοτε τρίς, καὶ μύροις ἀλείφεται.
αἰεὶ δὲ χαίτην ἐκτενισμένην φορεῖ
βαθεῖαν, ἀνθέμοισιν ἐσκιασμένην.