Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/395

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

κατὰ τῶν νώτων αὐτά, κέχρηται δὲ αὐτοῖς πρὸς τὸ μὴ ἐλινύειν μηδὲ ὀκνεῖν οἷον μύωψι. δρόμον δὲ ἕνα καὶ εὐθὺν οὐ θεῖ, δεῦρο δὲ καὶ ἐκεῖσε παρακλίνει, καὶ ἐξελίττει τῇ καὶ τῇ, ἐκπλήττων τοὺς κύνας καὶ ἀπατῶν. ὅποι ποτὲ δ᾽ ἂν ὁρμήσῃ καὶ ἀπονεῦσαι θελήσῃ, κατ᾽ ἐκείνην τὴν ἐκτροπὴν κλίνει τῶν ὤτων τὸ ἕτερον, οἷον ἰθύνων ἑαυτῷ διὰ τούτου τὸν δρόμον. οὐ μὴν ἀναλίσκει τὴν ἑαυτοῦ δύναμιν ἀταμιεύτως, τηρεῖ δὲ τοῦ διώκοντος τὴν ὁρμήν, καὶ ἐὰν μὲν ᾖ νωθής, οὐ πᾶν ἀνῆκε τὸ ἑαυτοῦ τάχος, ἀλλά τι καὶ ἀνέστειλεν, ὡς προεκθεῖν μὲν τοῦ κυνός, οὐ μὴν ἀπαγορεῦσαι ὑπὸ τοῦ συντόνου τοῦ δρόμου αὐτός. οἶδε γὰρ ἀμείνων ὤν, καὶ ὁρᾷ ἐς τὸ μὴ ὑπερπονεῖσθαί οἱ τὸν καιρὸν ὄντα. ἐὰν δὲ καὶ ὁ κύων ᾖ ὤκιστος, τηνικαῦτα ὁ λαγὼς φέρεται θέων ᾗ ποδῶν ἔχει. ἤδη γοῦν καὶ πολὺ τῆς ὁδοῦ προλαβών, καὶ ἀπολιπὼν ἐκ πολλοῦ θηρατὰς καὶ κύνας καὶ ἵππους, ἐπί τινα λόφον ὑψηλὸν ἀναθορὼν καὶ ἑαυτὸν ἀναστήσας ἐπὶ τῶν κατόπιν ποδῶν, οἷον ἀπὸ σκοπιᾶς ὁρᾷ τὴν τῶν διωκόντων ἅμιλλαν, καί μοι δοκεῖ ὡς ἀσθενεστέρων καταγελᾶν αὐτῶν. εἶτα ἐκ τούτου θαρρήσας ὡς πλέον ἔχων, οἷον εἰρήνης καὶ γαλήνης λαβόμενος ἀσμένως ἡσυχάζει καὶ κεῖται καθεύδων. λαγὼς δὲ ὄρειος οὐχ οὕτω ταχύς, ὥσπερ οὖν οἱ τοῖς πεδίοις ἐνοικοῦντες, εἰ μή ποτε ἄρα κἀκεῖνοι πεδίον ἔχοιεν ὑποκείμενον, ἐν ᾧ κατιόντες διαθέουσι· καὶ τὸ μὲν ὄρος κατοικοῦσι, γυμνάζονται δὲ ἐνταῦθα, συνθέοντες τοῖς ἐκ τῶν πεδίων πολλάκις. φιλεῖ γοῦν ἐν μὲν τοῖς πεδίοις αὐτοὺς διώκεσθαι, καὶ τὰ μὲν ὑποκινεῖν, τὰ δὲ ὑπολανθάνειν, εἶτα ἐκ τῆς συνήθους διώξεως ἀνισταμένους ὑπεκφυγεῖν οὐδὲ εἷς. ἐπὰν δὲ ὦσιν ὁμοῦ τῷ ἁλίσκεσθαι, τῆς πεδιάδος ὁδοῦ βραχὺ ἀπο-