Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/396

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

κλίναντες ἐς τὰ ἀνάντη καὶ ὄρεια ἀνέθορον, ἅτε ἐς οἰκεῖα ἤθη καὶ ἔννομά σφισι σπεύδοντες, καὶ τοῦτον τὸν τρόπον ἀπιόντες οἴχονται, ἀδοκήτου σωτηρίας τυχόντες· ὀρειβασίαι γὰρ καὶ ἵπποις καὶ κυσὶν ἐχθραὶ πεφύκασιν, ἀπαγορευόντων αὐτοῖς τῶν ποδῶν καὶ ἐκτριβομένων ῥᾷστα. κυνῶν δὲ ἔτι καὶ μᾶλλον ἅπτεται τὸ πάθος· σαρκώδεις γὰρ αὐτῶν εἰσιν οἱ πόδες, καὶ ἔχουσιν οὐδὲν πρὸς τὴν πέτραν ἀντίτυπον, ὡς ἵπποι τὴν ὁπλήν. ὁ δὲ λαγὼς τοὐναντίον, πέφυκε γὰρ δασὺς τοὺς πόδας, καὶ δὴ καὶ τῶν τραχέων ἀνέχεται. ὅτῳ δέ εἰσι λαγῷ ἐν τοῖς δάσεσι καὶ ἐν τοῖς θάμνοις διατριβαί, νωθεῖς μὲν οὗτοι ἐς τὸν δρόμον, βραδεῖς δὲ ἐς τὴν φυγήν· πεπιασμένοι γὰρ οἱ τοιοίδε εἰσὶ καὶ ὑπὸ τῆς ἀργίας οὐχὶ ἠθάδες τοῦ δρόμου, ἥκιστοί τε ὡς ὅτι πορρωτάτω τῶν θάμνων ἀποφοιτᾶν. θῆραι δὲ τούτων τοιαίδε. τὰ μὲν πρῶτα διαδύονται διὰ τῶν θάμνων τῶν μικρῶν, ὅσοις μὴ συνεχὴς ἡ λόχμη, τούς γε μὴν δασυτέρους αὐτῶν, ἅτε μὴ οἷοί τε ὄντες ὑπελθεῖν, εἰκότως ὑπερπηδῶσι. πεφύκασι δὲ ἄλλοι συνεχεῖς καὶ δι᾽ ἀλλήλων συνυφασμένοι. ὅτου οὖν τοιοῦτοι, ἅτε πολλάκις ἀναγκαζόμενος τοῦτο δρᾶν ὁ λαγώς, καὶ διὰ τὴν βαρύτητα τὴν τοῦ σώματος οὐκ ὢν ἁλτικός, κάμνει ῥᾷστα καὶ ἀπαγορεύει. αἴ γε μὴν κύνες τὰ πρῶτα σφάλλονταί τε αὐτοῦ καὶ ἁμαρτάνουσιν· οὐ γὰρ ὁρῶσιν αὐτὸν διὰ τὴν τῆς ὕλης πυκνότητα, πηδῶσι δὲ καὶ αὗται κατὰ τῶν θάμνων ὑπὸ τῆς ὀσμῆς ἀγόμεναι· τελευτῶσαί γε μὴν εἶδον καὶ διώκουσι καὶ ἐνδιδόασιν οὐδὲ ἕν, ὃ δὲ ἐκ τῆς τοῦ πηδᾶν συνεχείας κάμνει τε καὶ ἀπαγορεύει καὶ ἐντεῦθεν ἑάλωκε. τὰ δὲ ἀνάντη μὲν καὶ ὑψηλὰ οἱ λαγῲ ἀναθέουσι ῥᾷστα· τὰ γάρ τοι κατόπιν κῶλα μακρότερα