Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/269

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

οἷα δήπου θεασάμενος τὸν ὄντως ἀντίπαλον οὔτε ἤμελλεν οὔτε ἠτρέμει, ἀλλ᾽ ᾄξας ἐπ᾽ αὐτὸν εἶτα μέντοι καρτερᾷ τῇ λαβῇ εἴχετο πιέζων καὶ ἄγχων. ὁ τοίνυν Ἰνδὸς ὁ τὴν θέαν τῷ βασιλεῖ τήνδε παρέχων κάλλιστα εἰδὼς τοῦ κυνὸς τὸ καρτερικόν, προσέταξέν οἱ τὴν οὐρὰν ἀποκοπῆναι. καὶ ἣ μὲν ἀπεκόπτετο, ὃ δὲ οὐκ ἐφρόντιζε. προσέταξεν οὖν ὁ Ἰνδὸς καὶ τῶν σκελῶν ἓν ἀποκόψαι, καὶ ἀπεκόπη· ὃ δὲ ὡς ἐξ ἀρχῆς ἐνέφυ εἴχετο, καὶ οὐκ ἀνίει, ὥσπερ οὖν ἀλλοτρίου κοπτομένου σκέλους καὶ ὀθνείου. καὶ ἄλλο ἀπεκόπτετο, καὶ τὸ δῆγμα ὁ κύων οὐ κατελίμπανε· καὶ τρίτον ἕτερον, ὃ δὲ εἴχετο· καὶ τὸ τέταρτον ἐπ᾽ ἐκείνοις, καὶ ἦν ἐγκρατὴς τοῦ δήγματος ἔτι. καὶ τελευτῶντες τῆς κεφαλῆς τὸ λοιπὸν σῶμα ἀφεῖλον· ὀδόντες δὲ ἐκείνῳ ἤρτηντο τῆς ἐξ ἀρχῆς ἀντιλαβῆς, καὶ ἡ κεφαλὴ ᾐωρεῖτο μετέωρος ἐκ τοῦ λέοντος, αὐτοῦ μέντοι τοῦ δακόντος οὐκέτι ὄντος. Ἀλέξανδρος οὖν ἐνταῦθα ἠνιᾶτο, τὸν κύνα ἐκπλαγεὶς ὅτι ἄρα πεῖραν ἑαυτοῦ δοὺς εἶτα ἀπωλώλει, τὸ ἐναντίον τοῖς δειλοῖς παθών, θάνατον δὲ ὑπὲρ τῆς ἀνδρείας ἠλλάξατο. ἰδὼν οὖν ὁ Ἰνδὸς αὐτὸν ἀνιώμενον, τέτταρας ὁμοίους ἐκείνῳ κύνας ἔδωκέν οἱ. ὃ δὲ ἥσθη λαβὼν καὶ ἀντέδωκεν ὁποῖα ἦν εἰκός, καὶ τῆς γε ἐπὶ τῷ πρώτῳ λύπης ἔλαβε λήθην ὁ τοῦ Φιλίππου παῖς λαβὼν τοὺς τέτταρας.

2 Κύων ἀγρευτικὸς ἅπας αὐτὸς μὲν λαβὼν θηρίον ἥδεται, καὶ κέχρηται τῇ ἄγρᾳ ὡς ἄθλῳ, ἐὰν αὐτῷ συγχωρήσῃ ὁ δεσπότης· εἰ δὲ μή, φυλάττει ζῶντα ἔστ᾽ ἂν ὁ θηρατὴς ἀφίκηται καὶ κρίνῃ γε ὑπὲρ τοῦ ληφθέντος ὅ τι καὶ ἐθέλει. νεκρῷ δὲ ἐντυχὼν ἢ λαγῷ ἢ συὶ οὐκ ἂν ἅψαιτο, τοῖς ἀλλοτρίοις ἑαυτὸν πόνοις οὐκ ἐπιγράφων, οὐδὲ ἀξιῶν σφετερίσασθαι τὰ