Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/270

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

προσήκοντά οἱ ἥκιστα. ἔοικε δὲ ἐκ τούτων ἔχειν τι καὶ φιλοτιμίας ἐν ἑαυτῷ φυσικῆς· μὴ γὰρ δεῖσθαι κρεῶν, ἀλλὰ νίκης ἐρᾶν. ἀκοῦσαι δὲ ἄξιον ὅ τι καὶ δρᾷ παρὰ τὸν τῆς θήρας καιρὸν ὁ κύων ὁ θηρατικός. προηγεῖται τοῦ κυνηγέτου ἱμάντι μακρῷ προσημμένος, καὶ ῥινηλατεῖ τῆς φωνῆς ἔχων ἐγκρατῶς. καὶ ἐς ὅσον μὲν ἀθηρία ἀπαντᾷ αὐτῷ καὶ οὐδενὶ ἐντυγχάνει, πρόεισιν ὅσα ἰδεῖν καὶ τεκμήρασθαι κατηφέστερος, καὶ μέντοι καὶ ἐς τὸ πρόσω ἰὼν ἐπάγεται τὸν θηρατὴν προθύμως τε καὶ καρτερικῶς εὖ μάλα ὁ κύων· εἰ δὲ ἰχνεύσειε καὶ ὀσμῇ τινι προσπέσοι θηρίου, ἐνταῦθα ἕστηκεν. ὁ δὲ κυνηγέτης ἔρχεται πλησίον, καὶ ὁ κύων περιχαρὴς τῇ εὐερμίᾳ ὢν αἰκάλλει τὸν δεσπότην καὶ φιλεῖ τὼ πόδε, καὶ πάλιν τῆς ἐξ ἀρχῆς ἰχνεύσεως ἔχεται, καὶ πρόεισι βάδην ἔστ᾽ ἂν ἀφίκηται πρὸς τὴν κοίτην, καὶ περαιτέρω οὐ πρόεισι. συνῆκεν οὖν ὁ θηρατής, καὶ ὑποθωΰξας σημαίνει τοῖς ἀρκυωροῖς· οἳ δὲ περιβάλλουσι τὰς ἄρκυς. καὶ ἐνταῦθα τοῦ καιροῦ ὑλάκτησεν ὁ κύων· νοεῖ δὲ αὐτῷ τηνικαῦτα ἡ βοὴ ἐς ἀνάστασιν τὸν σῦν ὑποθῆξαι, ἵνα ἐκπέσῃ φεύγων καὶ τοῖς δικτύοις καταληφθῇ. ἁλόντος δὲ τοῦ θηρός, ὃ δὲ ἐπινίκιόν τινα οἱονεὶ παιᾶνα ἐκβοᾷ, καὶ γέγηθε καὶ σκιρτᾷ, ὥσπερ οὖν ἐχθροὺς ὁπλῖται νενικηκότες. ταῦτα ἐπὶ συῶν καὶ ἐλάφων δρῶσιν οἱ κύνες.

3 Χάριν δὲ ἄρα καὶ δελφῖνες ἀποδοῦναι τῶν ἀνθρώπων ἦσαν δικαιότεροι, καὶ τῷ νόμῳ τῶν Περσῶν ὃν ἐπαινεῖ καὶ Ξενοφῶν οὐκ ἐνέχονται. ὃ δὲ λέγω τοιοῦτόν ἐστι. κοίρανος ὄνομα, τὸ γένος ἐκ Πάρου, δελφίνων τινῶν ἐν Βυζαντίῳ βόλῳ περιπεσόντων καὶ ἑαλωκότων, δοὺς ἀργύριον οἱονεὶ λύτρα τοῖς ἠγρευκόσιν ἀφῆκεν αὐτοὺς ἐλευθέρους, ἀνθ᾽ ὧν