Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/251

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δὲ Ἀπόλλωνι τιμᾶται ἐν τῷ χωρίῳ ἐκείνῳ, οὗπερ οὖν ἱεροὺς εἶναί φασιν αὐτούς.

19 Καὶ ταύτῃ δὲ τὰ ἴδια τῶν ζῴων εἰπεῖν οὐ χεῖρόν ἐστι. νωθέστερά πως δοκεῖ πρόβατον καὶ ὄνος, ἄτολμα δὲ νεβροὶ καὶ πρόκες καὶ ζόρκες τε καὶ πύγαργοι καὶ οἱ λαγῴ, οὓς δὴ καὶ πτῶκας οἱ ποιηταὶ καλοῦσιν. ἀλλὰ καὶ τῶν πετεινῶν ἐστιν ἄτολμα οἱ στρουθοὶ καὶ τῶν ἐνύδρων οἱ κεστρεῖς. ἀκόλαστα δὲ κυνοκέφαλοί τε καὶ τράγοι, καὶ μέντοι καὶ ὁμιλεῖν γυναιξί φασιν αὐτούς, καὶ ἔοικεν αὐτὸ θαυμάζειν Πίνδαρος. καὶ κύνες δὲ γυναιξὶν ἐπιτολμᾶν ἐλέχθησαν, καὶ μέντοι καὶ κριθῆναι λέγεται γυνὴ ἐν τῇ Ῥώμῃ μοιχείας ὑπὸ τοῦ γήμαντος, καὶ ὁ μοιχὸς ἐν τῇ δίκῃ κύων εἶναι ἐλέγετο. ἤκουσα δὲ κυνοκεφάλους καὶ παρθένοις ἐπιμανῆναι καὶ μέντοι καὶ βιάσασθαι ὑπὲρ τὰ μικρὰ μειράκια τὰ τοῦ Μενάνδρου ἐν ταῖς παννυχίσιν ἀκόλαστα. λαγνίστατον δὲ καὶ ὁ πέρδιξ καὶ μοιχικόν. λάθρᾳ γοῦν ἐπὶ τὰς θηλείας καί πως ἀψοφητὶ λέγονται φοιτᾶν. τροφῆς δὲ τὴν κοινωνίαν ἥκιστα ἐνδέχονται κύνες. πολλάκις γοῦν καὶ ὑπὲρ ὀστοῦ ἀλλήλους σπαράττουσιν, ὥσπερ οὖν ὁ Μενέλεως καὶ ὁ Πάρις ὑπὲρ τῆς Ἑλένης. μόνους δὲ ἀκούω τοὺς Μεμφίτας κύνας ἐς μέσον τὰς ἁρπαγὰς κατατίθεσθαι καὶ ἐσθίειν κοινῇ. ἄσπονδον δὲ καὶ ἔκδικον ὁ σῦς. ἀλλήλων γοῦν οὗτοι νεκρῶν ἐσθίουσι. καὶ οἱ ἰχθῦς δὲ οἱ πλεῖστοι δρῶσιν αὐτό. ἀσεβέστατον δὲ ὁ ποτάμιος ἵππος· γεύεται γὰρ καὶ τοῦ πατρός. ἀναιδῆ δὲ καὶ μὴ ῥᾳδίως ὑποστελλόμενα μυῖαι καὶ κύνες.

20 Ἀγριώτατον δὲ λύκοι. λέγουσι δὲ οἱ Αἰγύπτιοι ὅτι καὶ ἀλλήλους ἐσθίουσι, καὶ τὸν τρόπον τῆς ἐπιβουλῆς ἐκεῖνόν φασιν. ἐς κύκλον ἑαυτοὺς περιαγα-