Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/252

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

γόντες εἶτα μέντοι θέουσιν. ὅταν δέ τις αὐτῶν ὑπὸ τοῦ κατὰ τὸν δρόμον ἰλίγγου σκοτοδινιάσῃ καὶ περιτραπῇ, οἱ λοιποὶ κειμένῳ προσπεσόντες σπαράττουσιν αὐτὸν καὶ ἐσθίουσι. δρῶσι δὲ ἄρα τοῦτο ἐπὰν ἀθηρίᾳ περιπέσωσι. πρὸς γὰρ τὸ μὴ πεινῆν πάντα λῆρον ἥγηνται ὥσπερ οὖν οἱ τῶν ἀνθρώπων κακοὶ πρὸς τὸ ἀργύριον.

21 Κακοηθέστατον δὲ ἄρα τῶν ζῴων ὁ πίθηκος ἦν, καὶ ἔτι πλέον ἐν οἷς πειρᾶται μιμεῖσθαι τὸν ἄνθρωπον. αὐτίκα γοῦν ἰδὼν ἐξ ἀπόπτου τροφὸν λούουσαν παιδίον ἐν σκάφῃ, καὶ πρῶτον μὲν ὑπολύουσαν τὰ σπάργανα, εἶτα ἐκ τοῦ λουτροῦ κατειλοῦσαν αὐτό, παραφυλάξας ἔνθα ἀνέπαυσε τὸ βρέφος, ὡς εἶδεν ἐρημίαν, ἐσέθορε διά τινος ἀνεῳγμένης θυρίδος, ἐξ ἧς οἱ πάντα σύνοπτα ἦν, καὶ ἄρας ἐκ τῆς εὐνῆς τὸ παιδίον, καὶ γυμνώσας ὡς ἔτυχεν ἰδών, καὶ κομίσας ἐς μέσον τὴν σκάφην, ζέον ὕδωρ ῾καὶ γὰρ ἦν ἐπί τινων ἀνθράκων θερμαινόμενον᾽ τοῦ δυστυχοῦς παιδίου κατέχεε, καὶ μέντοι καὶ ἀπέκτεινεν αὐτὸ οἴκτιστα.

22 Κακόηθες δὲ ἄρα καὶ ὕαινα ἦν καὶ ὅν φασι κοροκότταν. ἡ γοῦν ὕαινα πρὸς τὰ αὔλια νύκτωρ φοιτᾷ, καὶ μιμεῖται τοὺς ἐμοῦντας. ἀκούοντες δὲ οἱ κύνες προσίασιν ὡς ἐπ᾽ ἄνθρωπον· ἣ δὲ αὐτοὺς συλλαμβάνει καὶ ἐσθίει. πανουργίαν δὲ κοροκόττα, ἣν ἤκουσα καὶ αὐτήν, ἔοικα λέξειν νῦν. ἐς τοὺς δρυμοὺς ἑαυτὸν ἐγκρύψας εἶτα μέντοι τῶν ὑλουργούντων ἀκούει καλούντων ἀλλήλους ἐξ ὀνόματος καὶ μέντοι καὶ λαλούντων ἄττα. εἶτα μέντοι μιμεῖται τὰς φωνάς, καὶ φθέγγεται, εἰ καὶ μυθῶδες τὸ εἰρημένον, ἀνθρωπίνῃ γοῦν φωνῇ, καὶ καλεῖ τὸ ὄνομα ὃ ἤκουσε. καὶ ὁ κληθεὶς πρόσεισιν, ὃ δὲ ἀναχωρεῖ καὶ πάλιν