Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/165

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

εἴκασται. οὐκοῦν τούτου μὲν εἰ δοίης τινὶ ὅσον σησάμου μέγεθος ἐμβαλὼν ἐς οἶνον ἢ ἐς σιτίον, πρῶτον μὲν αὐτὸν σπασμὸς περιλήψεται καὶ μάλα ἰσχυρός, εἶτα διαστρέφονταί οἱ τὼ ὀφθαλμώ, ὁ δὲ ἐγκέφαλος διὰ τῶν ῥινῶν κατολισθάνει λειβόμενος, καὶ ἀποθνήσκει καὶ μάλα οἴκτιστα· ἐὰν δὲ ἔλαττον λάβῃ τοῦ φαρμάκου, ἄφυκτα μὲν αὐτῷ τὸ ἐντεῦθέν ἐστι, χρόνῳ δὲ ἀπόλλυται. ἐὰν δὲ τοῦ μέλανος ὀρέξῃς, ὅπερ οὖν κατέρρευσε τεθνεῶτος, ὅσον σησάμου καὶ τοῦτο μέγεθος, ὑπόπυος γίνεται, καὶ φθόη καταλαμβάνει τὸν λαβόντα, καὶ ἐνιαυτοῦ ἀναλίσκεται τηκεδόνι· πολλοὶ δὲ καὶ ἐς ἔτη δύο προῆλθον, κατὰ μικρὰ ἀποθνήσκοντες.

37 Ἡ στρουθὸς ἡ μεγάλη ᾠὰ μὲν ἀποτίκτει πολλά, οὐ πάντα δὲ ἐκγλύφει, ἀλλὰ ἀποκρίνει τὰ ἄγονα, τοῖς δὲ ἐγκάρποις ἐπῳάζει. καὶ ἐκ μὲν τούτων τοὺς νεοττοὺς ἐξέλεψεν, ἐκεῖνα δὲ τὰ ἐκφαυλισθέντα τούτοις τροφὴν παρατίθησιν. εἰ δὲ αὐτὴν διώκοι τις, ἣ δὲ οὐκ ἐπιτολμᾷ τῇ πτήσει, θεῖ δὲ τὰς πτέρυγας ἁπλώσασα· εἰ δὲ ἁλίσκεσθαι μέλλοι, τοὺς παραπίπτοντας λίθους ἐς τοὐπίσω σφενδονᾷ τοῖς ποσίν.

38 Οἱ στρουθοὶ οἱ σμικροὶ συνειδότες ἑαυτοῖς ἀσθένειαν διὰ σμικρότητα τοῦ σώματος, ἐπὶ τοῖς ἀκρεμόσι τῶν κλάδων τοῖς φέρειν αὐτοὺς δυναμένοις τὰς νεοττιὰς συμπλάσαντες εἶτα μέντοι τὴν ἐκ τῶν θηρατῶν ἐπιβουλὴν ὡς τὰ πολλὰ διαφεύγουσιν ἐπιβῆναι τῷ κλαδὶ μὴ δυναμένων· οὐ γὰρ αὐτοὺς φέρει διὰ λεπτότητα.

39 Αἱ δὲ ἀλώπεκες ἐς ὑπερβολὴν προήκουσαι πανουργίας καὶ τρόπου δολεροῦ ὅταν θεάσωνται σφηκιὰν εὐθενουμένην, αὐταὶ μὲν ἀποστρέφονται τὸν χηραμὸν ἐκνεύουσαι καὶ τὰς ἐκ τῶν κέντρων τρώ-