Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/166

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

σεις φυλαττόμεναι· καθιᾶσι δὲ τὴν οὐρὰν δασυτάτην τε οὖσαν καὶ μηκίστην τὴν αὐτὴν καὶ διασείουσι τοὺς σφῆκας· οἳ δὲ προσέχονται τῷ τῶν τριχῶν δάσει. ὅταν δὲ ἐμπαλαχθῶσιν αὐτῷ, προσαράττουσι τὴν οὐρὰν ἢ δένδρῳ ἢ τοίχῳ ἢ αἱμασιᾷ· παιόμενοι δὲ οἱ σφῆκες ἀποθνήσκουσιν. εἶτα ἦλθον ἐπὶ τὸν αὐτὸν τόπον, καὶ τοὺς λοιποὺς προσαναλέξασαι καὶ ἀποκτείνασαι κατὰ τοὺς πρώτους, ὅταν ἐννοήσωσι λοιπὸν εἰρήνην εἶναι καὶ ἀπὸ τῶν κέντρων ἐλευθερίαν, καθῆκαν τὸ στόμα καὶ τὰ σφηκία ἐσθίουσι, μήτε θορυβούμεναι μήτε μὴν τὰ κέντρα ὑφορώμεναι.

40 Κυνὸς κρανίον ῥαφὴν οὐκ ἔχει. δραμὼν δὲ ἐπὶ πλέον λάγνης γίνεται, φασί. κυνὸς δὲ γηρῶντος ἀμβλεῖς οἱ ὀδόντες καὶ μελαίνονται. εὔρινος δέ ἐστιν οὕτως ὡς μήποτ᾽ ἂν ὀπτοῦ κυνείου κρέως μηδ᾽ ἂν καρυκείᾳ τῇ ποικιλωτάτῃ καὶ δολερωτάτῃ καταγοητευθέντος γεύσασθαι. τρεῖς δὲ ἄρα νόσοι κυνὶ ἀποκεκλήρωνται καὶ οὐ πλείους, κυνάγχη λύττα ποδάγρα· ἀνθρώποις γε μὴν μυρίαι. πᾶν δὲ ὅ τι ἂν ὑπὸ κυνὸς λυττῶντος δηχθῇ, τοῦτο ἀποθνήσκει. κύων δὲ ποδαγρήσας, σπανίως ἀναρρωσθέντα ὄψει αὐτόν. κυνὶ δὲ βίος ὁ μήκιστος τεσσαρεσκαίδεκα ἔτη. Ἄργος δὲ ὁ Ὀδυσσέως καὶ ἡ περὶ αὐτὸν ἱστορία ἔοικε παιδιὰ Ὁμήρου εἶναι.

41 Γένος ὀρνίθων Ἰνδικῶν βραχυτάτων καὶ τοῦτο εἴη ἄν. ἐν τοῖς πάγοις τοῖς ὑψηλοῖς νεοττεύει καὶ ταῖς πέτραις ταῖς καλουμέναις λεπραῖς, καὶ ἔστι τὸ μέγεθος τὰ ὀρνύφια ὅσονπερ ᾠὸν πέρδικος· σανδαρακίνην δέ μοι νόει τὴν χρόαν αὐτῶν. καὶ Ἰνδοὶ μὲν αὐτὸ φωνῇ τῇ σφετέρᾳ δίκαιρον φιλοῦσιν ὀνομάζειν, Ἕλληνες δὲ ὡς ἀκούω δίκαιον. τούτου τὸ ἀποπάτημα εἴ τις λάβοι ὅσον κέγχρου μέγεθος