γυμνοὶ γὰρ ἐγεννήθημεν, γυμνοὶ πάλιν θανοῦμε, 140
καὶ τοῦ γυμνοῦ πτωχότεροι· παιδίν μου, τί κερδαίνεις
πλοῦτος ζωῆς καὶ χρήματα, ματαιοτάτην δόξαν;
[τοῦ κόσμου τούτου ἡ ζωὴ, ταύτην γὰρ πάντα φέρει
τρόπος καλός, ἐνάρετος καὶ καθαρὸς τοῦ βίου]
ἦθος σεμνὸν καὶ ταπεινὸν καὶ μετριοφροσύνη, 145
οὔτε ὁ πλοῦτος ἀληθῶς, οὐ δόξα ἐπαινεῖται,
αὔτ' ἔχουν καὶ τὸν ἔπαινον, αὔτ' ἔχουν καὶ τὸν ψόγον.
γίνωσκε, τιμιώτερον τῆς ἀρετῆς οὐκ ἔνι·
τὸ κάλλος γὰρ ἠχρείωσεν ἡ νόσος καὶ τὸ γῆρας,
ἡ δ' ἀρετὴ, ὅσον γηρᾷ, γίνεται λαμπροτέρα 150
καὶ κέρδος ἔχει δαψιλὸν τὴν ἄνω βασιλείαν.
μὴ προτιμήσῃς συγγενῶν ἀγάπην περὶ φιλίαν,
μηδὲ συγκρίνῃς πρόσωπον γνησίων ἐκ μακρόθεν·
σύγκρισιν ἔχε καθαρὰν, ἀγάπην παρὰ ὅλα·
οὐκ ἔστιν γὰρ ἀντάλλαγμα τῆς καθαρᾶς ἀγάπης. 155
ἄτακτον τέλειον σαλὸν βαροῦ κι ἀπόφευγέ το.
λόγον ἀπόφευγε θρασὺν, μανίαν ἐξεγείρει·
τὸ ἐντρέπεσαι νὰ πολεμῇς, ἐντρέπου νὰ τὸ λέγῃς
σιγὸς ἂς ᾖσαι καὶ πραῢς, καὶ φρόνιμον νὰ σ' ἔχουν.
εἴ τι κακὸν ἂν πολεμῇς, γνώριζε, οὐ λανθάνεις, 160
ἂν γὰρ τοὺς πάντας ἔλαθες, τὸν θεὸν οὐδὲ λανθάνεις,
ἔχεις καὶ τὴν συνείδησιν, ὁποῦ σὲ θέλ' ἐλέγξει.
πρόσεχε ἀπὸ πονηρῶν ἀνθρώπων κακοτρόπων·
πολλάκις τὴν ἀλήθειαν πολλοὶ οὐκ ἐγνοοῦσιν
Σελίδα:Carmina Graece Medii Aevi, W. Wagner (1874).djvu/29
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
—7—