Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/90

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

δαίτην ἀμφίεπον, τέρποντό τε θυμὸν ἔπεσσιν.
Αἰσονίδης μέν οἱ γενεὴν καὶ οὔνομ᾽ ἑκάστου
σφωιτέρων μυθεῖθ᾽ ἑτάρων, Πελίαό τ᾽ ἐφετμάς,
ἠδ᾽ ὡς Λημνιάδεσσιν ἐπεξεινοῦντο γυναιξίν,
ὅσσα τε Κύζικον ἀμφὶ Δολιονίην ἐτελεσσαν· 765
Μυσίδα δ᾽ ὡς ἀφίκοντο Κίον θ᾽, ὅθι κάλλιπον ἥρω
Ἡρακλέην ἀέκοντι νόῳ, Γλαύκοιό τε βάξιν
πέφραδε, καὶ Βέβρυκας ὅπως Ἄμυκόν τ᾽ ἐδάιξαν,
καὶ Φινῆος ἔειπε θεοπροπίας τε δύην τε,
ἠδ᾽ ὡς Κυανέας πέτρας φύγον, ὥς τ᾽ ἀβόλησαν 770
Λητοΐδῃ κατὰ νῆσον. ὁ δ᾽ ἑξείης ἐνέποντος
θέλγετ᾽ ἀκουῇ θυμόν· ἄχος δ᾽ ἕλεν Ἡρακλῆι
λειπομένῳ, καὶ τοῖον ἔπος πάντεσσι μετηύδα·
«Ὦ φίλοι, οἵου φωτὸς ἀποπλαγχθέντες ἀρωγῆς
πείρετ᾽ ἐς Αἰήτην τόσσον πλόον. εὖ γὰρ ἐγώ μιν 775
Δασκύλου ἐν μεγάροισι καταυτόθι πατρὸς ἐμοῖο
οἶδ᾽ ἐσιδών, ὅτε δεῦρο δι᾽ Ἀσίδος ἠπείροιο
πεζὸς ἔβη ζωστῆρα φιλοπτολέμοιο κομίζων
Ἱππολύτης· ἐμὲ δ᾽ εὗρε νέον χνοάοντα ἰούλους.
ἔνθα δ᾽ ἐπὶ Πριόλαο κασιγνήτοιο θανόντος 780
ἡμετέρου Μυσοῖσιν ὑπ᾽ ἀνδράσιν, ὅντινα λαὸς
οἰκτίστοις ἐλέγοισιν ὀδύρεται ἐξέτι κείνου,
ἀθλεύων Τιτίην ἀπεκαίνυτο πυγμαχέοντα
καρτερόν, ὃς πάντεσσι μετέπρεπεν ἠιθέοισιν
εἶδός τ᾽ ἠδὲ βίην· χαμάδις δέ οἱ ἤλασ᾽ ὀδόντας. 785
αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπὸ πατρὶ δάμασσεν
καὶ Φρύγας, οἳ ναίουσιν ὁμώλακας ἧμιν ἀρούρας,
φῦλά τε Βιθυνῶν αὐτῇ κτεατίσσατο γαίῃ,
ἔστ᾽ ἐπὶ Ῥηβαίου προχοὰς σκόπελόν τε Κολώνης·
Παφλαγόνες τ᾽ ἐπὶ τοῖς Πελοπήιοι εἴκαθον αὔτως, 790

 766 δ᾽] τ᾽ L 776 ἐμοῖο] μ supra scr. in L unde Brugmann coni. ἑoῖo 779 χνοάοντα ἰούλους Vatt. duo, Pariss. duo: χνοάοντας ἰούλους vulg.: χνοάοντα παρειάς Et. Magn. s. v. χνοῦς. 787 καὶ Φρύγας] Μύγδονας v. l. in scholiis