Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/89

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Β

ἡ μέν τε κρημνοῖσιν ἀνίσχεται ἠλιβάτοισιν,
εἰς ἅλα δερκομένη Βιθυνίδα· τῇ δ᾽ ὑπὸ πέτραι 730
λισσάδες ἐρρίζωνται ἁλίβροχοι· ἀμφὶ δὲ τῇσιν
κῦμα κυλινδόμενον μεγάλα βρέμει· αὐτὰρ ὕπερθεν
ἀμφιλαφεῖς πλατάνιστοι ἐπ᾽ ἀκροτάτῃ πεφύασιν.
ἐκ δ᾽ αὐτῆς εἴσω κατακέκλιται ἤπειρόνδε
κοίλη ὕπαιθα νάπη, ἵνα τε σπέος ἔστ᾽ Ἀίδαο 735
ὕλῃ καὶ πέτρῃσιν ἐπηρεφές, ἔνθεν ἀυτμὴ
πηγυλίς, ὀκρυόεντος ἀναπνείουσα μυχοῖο
συνεχές, ἀργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην,
ἥ τε μεσημβριόωντος ἰαίνεται ἠελίοιο.
σιγὴ δ᾽ οὔποτε τήνγε κατὰ βλοσυρὴν ἔχει ἄκρην, 740
ἀλλ᾽ ἄμυδις πόντοιό θ᾽ ὑπὸ στένει ἠχήεντος,
φύλλων τε πνοιῇσι τινασσομένων μυχίῃσιν.
ἔνθα δὲ καὶ προχοαὶ ποταμοῦ Ἀχέροντος ἔασιν,
ὅς τε διὲξ ἄκρης ἀνερεύγεται εἰς ἅλα βάλλων
ἠῴην· κοίλη δὲ φάραγξ κατάγει μιν ἄνωθεν. 745
τὸν μὲν ἐν ὀψιγόνοισι Σοωναύτην ὀνόμηναν
Νισαῖοι Μεγαρῆες, ὅτε νάσσεσθαι ἔμελλον
γῆν Μαριανδυνῶν. δὴ γάρ σφεας ἐξεσάωσεν
αὐτῇσιν νήεσσι, κακῇ χρίμψαντας ἀέλλῃ.
τῇ ῥ᾽ οἵγ᾽ αὐτίκα νηὶ διὲξ Ἀχερουσίδος ἄκρης 750
εἰσωποὶ ἀνέμοιο νέον λήγοντος ἔκελσαν.
Οὐδ᾽ ἄρα δηθὰ Λύκον, κείνης πρόμον ἠπείροιο,
καὶ Μαριανδυνοὺς λάθον ἀνέρας ὁρμισθέντες
αὐθένται Ἀμύκοιο κατὰ κλέος, ὃ πρὶν ἄκουον·
ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσι τοῖο ἕκητι. 755
αὐτὸν δ᾽ ὥστε θεὸν Πολυδεύκεα δεξιόωντο
πάντοθεν ἀγρόμενοι· ἐπεὶ ἦ μάλα τοίγ᾽ ἐπὶ δηρὸν
ἀντιβίην Βέβρυξιν ὑπερφιάλοις πολέμιζον.
καὶ δὴ πασσυδίῃ μεγάρων ἔντοσθε Λύκοιο
κεῖν᾽ ἦμαρ φιλότητι, μετὰ πτολίεθρον ἰόντες, 760

745 ἠῴην Vatt. duo, Pariss.: ἠοίην vulg.: Ἰονίην Merkel