Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/88

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

τοῖσι δὲ Λητοΐδης ἄγρην πόρεν· ἐκ δέ νυ πάντων
εὐαγέως ἱερῷ ἀνὰ διπλόα μηρία βωμῷ
καῖον, ἐπικλείοντες Ἑώιον Ἀπόλλωνα. 700
ἀμφὶ δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο,
καλὸν Ἰηπαιήον᾽ Ἰηπαιήονα Φοῖβον
μελπόμενοι· σὺν δέ σφιν ἐὺς πάις Οἰάγροιο
Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς·
ὥς ποτε πετραίῃ ὑπὸ δειράδι Παρνησσοῖο 705
Δελφύνην τόξοισι πελώριον ἐξενάριξεν,
κοῦρος ἐὼν ἔτι γυμνός, ἔτι πλοκάμοισι γεγηθώς.
ἱλήκοις· αἰεί τοι, ἄναξ, ἄτμητοι ἔθειραι,
αἰὲν ἀδήλητοι· τὼς γὰρ θέμις. οἰόθι δ᾽ αὐτὴ
Λητὼ Κοιογένεια φίλαις ἐν χερσὶν ἀφάσσει. 710
πολλὰ δὲ Κωρύκιαι νύμφαι, Πλείστοιο θύγατρες,
θαρσύνεσκον ἔπεσσιν, Ἰήιε κεκληγυῖαι·
ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ.
Αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ,
λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν, ἦ μὲν ἀρήξειν 715
ἀλλήλοις εἰσαιὲν ὁμοφροσύνῃσι νόοιο,
ἁπτόμενοι θυέων· καί τ᾽ εἰσέτι νῦν γε τέτυκται
κεῖσ᾽ Ὁμονοίης ἱρὸν ἐύφρονος, ὅ ῥ᾽ ἐκάμοντο
αὐτοὶ κυδίστην τότε δαίμονα πορσαίνοντες.
 Ἦμος δὲ τρίτατον φάος ἤλυθε, δὴ τότ᾽ ἔπειτα 720
ἀκραεῖ ζεφύρῳ νῆσον λίπον αἰπήεσσαν.
ἔνθεν δ᾽ ἀντιπέρην ποταμοῦ στόμα Σαγγαρίοιο
καὶ Μαριανδυνῶν ἀνδρῶν ἐριθηλέα γαῖαν
ἠδὲ Λύκοιο ῥέεθρα καὶ Ἀνθεμοεισίδα λίμνην
δερκόμενοι παράμειβον· ὑπὸ πνοιῇ δὲ κάλωες 725
ὅπλα τε νήια πάντα τινάσσετο νισσομένοισιν.
ἠῶθεν δ᾽ ἀνέμοιο διὰ κνέφας εὐνηθέντος
ἀσπασίως ἄκρης Ἀχερουσίδος ὅρμον ἵκοντο.

 706 Δελφίνην G Vatt. tres, Pariss. 718 ἱρὸν Brunck: ἱερὸν codd. ἔφρονος L: ἐμφρονος G 725 κάλωας L G