Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/147

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Γ

λαμπομένην οἷόν τε περίτροχον ἔπλετο φέγγος
ἠελίου, ὅτε πρῶτον ἀνέρχεται Ὠκεανοῖο. 1230
ἂν δὲ πολύρρινον νώμα σάκος, ἂν δὲ καὶ ἔγχος
δεινόν, ἀμαιμάκετον· τὸ μὲν οὔ κέ τις ἄλλος ὑπέστη
ἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ἡρακλῆα
τῆλε παρέξ, ὅ κεν οἶος ἐναντίβιον πολέμιξεν.
τῷ δὲ καὶ ὠκυπόδων ἵππων εὐπηγέα δίφρον 1235
ἔσχε πέλας Φαέθων ἐπιβήμεναι· ἂν δὲ καὶ αὐτὸς
βήσατο, ῥυτῆρας δὲ χεροῖν ἔχεν. ἐκ δὲ πόληος
ἤλασεν εὐρεῖαν κατ᾽ ἀμαξιτόν, ὥς κεν ἀέθλῳ
παρσταίη· σὺν δέ σφιν ἀπείριτος ἔσσυτο λαός.
οἷος δ᾽ Ἴσθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα 1240
ἅρμασιν ἐμβεβαώς, ἢ Ταίναρον, ἢ ὅγε Λέρνης
ὕδωρ, ἠὲ κατ᾽ ἄλσος Ὑαντίου Ὀγχηστοῖο,
καί τε Καλαύρειαν μετὰ δῆθ᾽ ἅμα νίσσεται ἵπποις,
πέτρην θ᾽ Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν·
τοῖος ἄρ᾽ Αἰήτης Κόλχων ἀγὸς ἦεν ἰδέσθαι. 1245
Τόφρα δὲ Μηδείης ὑποθημοσύνῃσιν Ἰήσων
φάρμακα μυδήνας ἠμὲν σάκος ἀμφεπάλυνεν
ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος· ἀμφὶ δ᾽ ἑταῖροι
πείρησαν τευχέων βεβιημένοι, οὐδ᾽ ἐδύναντο
κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλ᾽ αὔτως 1250
ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν.
αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας
κόψε παρ᾽ οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δ᾽ ἀκωκὴ
ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές· οἱ δ᾽ ὁμάδησαν
γηθόσυνοι ἥρωες ἐπ᾽ ἐλπωρῇσιν ἀέθλου. 1255
καὶ δ᾽ αὐτὸς μετέπειτα παλύνετο· δῦ δέ μιν ἀλκὴ
σμερδαλέη ἄφατός τε καὶ ἄτρομος· αἱ δ᾽ ἑκάτερθεν
χεῖρες ἐπερρώσαντο περὶ σθένεϊ σφριγόωσαι.
ὡς δ᾽ ὅτ᾽ ἀρήιος ἵππος ἐελδόμενος πολέμοιο

 1234 πολέμιξεν Merkel: πτολέμιξεν vulg. 1238 ἀέθλῳ Stephanus: ἀέθλων L G 1243 δαῖθ᾽ Wilamowitz-Moellendorff