Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/148

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ὕπερθεν 1260
κυδιόων ὀρθοῖσιν ἐπ᾽ οὔασιν αὐχέν᾽ ἀείρει·
τοῖος ἄρ᾽ Αἰσονίδης ἐπαγαίετο κάρτεϊ γυίων.
πολλὰ δ᾽ ἄρ᾽ ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν,
ἀσπίδα χαλκείην μελίην τ᾽ ἐν χερσὶ τινάσσων.
φαίης κε ζοφεροῖο κατ᾽ αἰθέρος ἀίσσουσαν 1265
χειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαι
ἐκ νεφέων, ὅτ᾽ ἔπειτα μελάντατον ὄμβρον ἄγωνται.
καὶ τότ᾽ ἔπειτ᾽ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων
μέλλον· ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντες
ῥίμφα μάλ᾽ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο. 1270
τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν,
ὅσσον τ᾽ ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσα
γίγνεται, ὁππότ᾽ ἄεθλα καταφθιμένοιο ἄνακτος
κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται.
τέτμον δ᾽ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων, 1275
τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν,
τὸν δ᾽ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο.
Αἰσονίδης δ᾽, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι,
δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖν᾽ ἐς ἄεθλον,
νηὸς ἀποπροθορών· ἄμυδις δ᾽ ἕλε παμφανόωσαν 1280
χαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων
καὶ ξίφος ἀμφ᾽ ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Ἄρει
εἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι.
παπτήνας δ᾽ ἀνὰ νειὸν ἴδε ζυγὰ χάλκεα ταύρων
αὐτόγυόν τ᾽ ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον. 1285
χρίμψε δ᾽ ἔπειτα κιών, παρὰ δ᾽ ὄβριμον ἔγχος ἔπηξεν
ὀρθὸν ἐπ᾽ οὐριάχῳ, κυνέην δ᾽ ἀποκάτθετ᾽ ἐρείσας.
βῆ δ᾽ αὐτῇ προτέρωσε σὺν ἀσπίδι νήριτα ταύρων
ἴχνια μαστεύων· οἱ δ᾽ ἔκποθεν ἀφράστοιο
κευθμῶνος χθονίου, ἵνα τέ σφισιν ἔσκε βόαυλα 1290

 1266 μεταπαιφάσσουσαν schol. 1283 χρυσαόρῳ G L 16, Vatt. duo: χρυσάορι vulg.